1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

34

μᾶλλον ἢ τῆς ἀληθείας, διωκομένους ὑποχωρεῖν, γυμνομένους προσαπεκδύεσθαι, καταρωμένους ὑπερεύχεσθαι τῶν ἀρωμένων· ἑνὶ λόγῳ, χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν πάσχοντες; Καίτοι κἂν εἰ κακίαν δοίημεν αὐτοὺς κολάζειν ταῖς τοῦ πλάσματος παραινέσεσι, ποῦ τὸ φθάσαι πρὸς τὰ μέτρα τῆς ἡμετέρας ἀρετῆς καὶ παιδεύσεως, οἷς καὶ τὸ μὴ προβαίνειν τῷ καλῷ, μηδὲ νέους ἀντὶ παλαιῶν ἀεὶ γίνεσθαι, ἀλλ' ἐν ταυτῷ μένειν κακία δοκεῖ; Στρόμβων τὸ πάθος περιτρεχόντων, οὐ προϊόντων, καὶ στάσιμον κινουμένων, ἵν' οὕτως εἴπω, τῇ βίᾳ τῆς μάστιγος. Καὶ δεῖ τὸ μὲν ἡμῖν ἐξηνύσθαι τῶν καλῶν, τοῦ δὲ ἔχεσθαι, τοῦ δὲ ἐφίεσθαι μέχρι τοῦ τέλους καὶ τῆς θεώσεως, ἐφ' ᾗ γεγόναμεν καὶ πρὸς ἣν ἐπειγόμεθα, οἵ γε διαβατικοὶ τὴν διάνοιαν, καί τι τῆς τοῦ Θεοῦ μεγαλονοίας ἐλπίζοντες ἄξιον.