1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

ἀδελφὸν Ἀρταξέρξην, καὶ νεανικῶς μαχόμενος, θράσει τὴν νίκην διέφθειρεν· οἱ δὲ τοιοῦτόν τινα ἐπ' αὐτῷ διηγοῦνται λόγον· Ἐπί τινα λόφον τῶν ὑψηλῶν ἀνελθὼν, ὡς ἐκ περιωπῆς τὸν στρατὸν ὄψει λαβεῖν, καὶ ὅσος ὑπελείφθη τῷ πολέμῳ μαθεῖν, ἐπειδή οἱ φανῆναι πολὺ τὸ πλῆθος, καὶ τῆς ἐλπίδος ἀφθονώ τερον· Ὡς δεινὸν, εἰπεῖν, εἰ πάντας τῇ Ῥωμαίων γῇ τούτους ἐπανάξομεν· ὡς ἄν τις βασκαίνων αὐ τοῖς τῆς σωτηρίας. Ἐφ' ᾧ τινα τῶν στρατιωτῶν χα λεπῄναντα, καὶ οὐ κατασχόντα τὴν ὀργὴν, ὦσαι κατὰ τῶν σπλάγχνων, ἀλογήσαντα τῆς ἑαυτοῦ σωτη ρίας. Ὡς δὲ ἄλλοι, τῶν γελοιαστῶν βαρβάρων τινὰ τοῦτο τολμῆσαι (οἳ τοῖς στρατιώταις ἕπονται, λύ πης τε ψυχαγωγία καὶ πότοις ἥδυσμα). Εἰσὶ δὲ οἳ καὶ Σαρακηνῶν τινι τὸ κλέος τοῦτο διδόασι. Πλὴν δέ χεται πληγὴν καιρίαν ὄντως, καὶ παντὶ τῷ κόσμῳ σω τήριον, καὶ μιᾷ τομῇ σφαγέως, πολλῶν σπλάγχνων ἀπαιτεῖται δίκην κακῶς πιστευθέντων. Ὃ καὶ θαυμάζω, πῶς, πάντα γινώσκειν ὁ μάταιος ἐντεῦθεν οἰόμενος, 35.681 ἓν τοῦτο τὴν κατὰ τῶν ἑαυτοῦ σπλάγχνων πληγὴν ἠγνόησεν.

Ι∆ʹ. Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν τοῦ ἀν δρὸς, μεγίστην τῆς ἐκείνου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Ἔκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, καὶ πονηρῶς εἶχε τοῦ τραύματος· πολλοὺς δὲ εἰδὼς τῶν πρὸ αὐτοῦ δόξης ἠξιωμένων, ὡς ἂν ὑπὲρ ἄνθρωπον νομισθεῖεν, τέχναις τισὶν ἐξ ἀνθρώ πων ἀφανισθέντας, καὶ διὰ τοῦτο θεοὺς νομισθέντας ἔρωτι τῆς αὐτῆς δόξης ἑαλωκὼς, καὶ ἅμα τῷ τρόπῳ τῆς τελευτῆς διὰ τὸ τῆς ἀβουλίας ἄδοξον αἰσχυνό μενος, τί μηχανᾶται, καὶ τί ποιεῖ; οὐδὲ γὰρ τῷ βίῳ συναναλίσκεται πονηρία· ῥίψαι κατὰ τοῦ πο ταμοῦ πειρᾶται τὸ σῶμα, καὶ πρὸς τοῦτο ἐχρῆτό τισι τῶν πιστῶν ἑαυτοῦ συνεργοῖς καὶ μύσταις τῶν ἀποῤῥήτων. Καὶ εἰ μὴ τῶν βασιλικῶν εὐνούχων τις, τὸ πρᾶγμα αἰσθόμενος, καὶ τοῖς ἄλλοις καταμηνύ σας, μίσει τοῦ κακουργήματος τὴν ὁρμὴν διεκώ λυσε, κἂν ἐφάνη τις ἄλλος τοῖς ἀνοήτοις θεὸς νέος ἐξ ἀτυχήματος. Ἀλλ' ἐκεῖνος οὕτω μὲν βασι λεύσας, οὕτω δὲ στρατηγήσας, οὕτω καὶ καταλύει τὸν βίον.

ΙΕʹ. ∆ιαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ' ἐκεῖνον, ὁ μετ' ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγ καίως ἐπιζητούσῃ τὸν ἡγησόμενον, ἀνὴρ ἐπιφανὴς τά τε ἄλλα καὶ τὴν εὐσέβειαν, καὶ τὸ εἶδος, ἀληθῶς τυραννίδος ἄξιος, τὸ μὲν εἰς χεῖρας ἰέναι Πέρ σαις, ἢ προϊέναι οὐδαμῶς οἷός τε ἦν, καίτοι γε ἀνδρείας καὶ προθυμίας οὐδὲν ἐλλείπων, τοῦ στρα τοῦ παρεικότος τὰς χεῖρας καὶ τὰς ἐλπίδας, ἐζήτει δὲ τὴν ἀνάζευξιν· καὶ ὅπως ἂν ἀσφαλῶς τύχοι ταύτης ἐσκόπει, ὥσπερ οὐ βασιλείας, ἀλλ' ἥττης γεγονὼς κληρονόμος. Εἰ μὲν οὖν μὴ Πέρσαι τῇ νίκῃ μετριάζοντες (καὶ γὰρ νόμος οὗτος αὐτοῖς εἰδέναι μετρεῖν εὐπραγίαν), ἤ τι δείσαντες ἄλλο τῶν λεγομένων, εἰς συμβάσεις ἐτράποντο, καὶ ταύ τας ἀδοκήτους οὕτω καὶ φιλανθρώπους, οὐδὲν ἐκώ λυε μηδὲ πυρφόρον, ὃ δή φασιν, ὑπολειφθῆναι τῷ στρατῷ· τοσοῦτον εἶχον αὐτοὺς οἱ Πέρσαι διὰ χειρὸς, ἐν γῇ τε ἰδίᾳ μαχόμενοι, καὶ προσεπηρ μένοι τοῖς γεγονόσιν· ἱκανὸν γὰρ τό τι προσλα βεῖν εὐημερίας, καὶ πρὸς τὴν ἐλπίδα τοῦ μέλ 35.684 λοντος· νῦν δὲ ὁ μὲν, ὅπερ εἶπον, ἑνὸς ἦν τοῦ δια σώσασθαι τὸν στρατὸν, καὶ τὰ νεῦρα Ῥωμαίοις ὑπολιπεῖν· νεῦρα γὰρ ἦσαν, καὶ εἰ κακῶς ἔπραξαν ἀβουλίᾳ μᾶλλον τοῦ στρατηγήσαντος ἢ σφῶν αὐτῶν ἀνανδρίᾳ. Οἱ δὲ ἐπὶ ταῖς συνθήκαις ταύταις συν έβησαν, ταῖς οὕτως αἰσχραῖς τε καὶ ἀναξίαις τῆς Ῥωμαίων χειρὸς, ἴν' εἴπω τὸ συντομώτατον· ὧν εἴ τις, ἐκεῖνον ἀφεὶς τῆς αἰτίας, τοῦτον καταμέμ φοιτο, λίαν ἐστὶν ἀγνώμων ἔμοιγε λογι στὴς τῶν τότε συμβεβηκότων. Οὐ γὰρ τοῦ ἀμή σαντος ὁ στάχυς, ἀλλὰ τοῦ σπείραντος· οὐδὲ τοῦ κατασβέσαι μὴ δυνηθέντος ὁ ἐμπρησμὸς, τοῦ δὲ ἀνάψαντος· καὶ τὸ τοῦ Ἡροδότου περὶ τῆς Σα μίων τυραννίδος καιρὸς εἰπεῖν, ὅτι Τοῦτο τὸ ὑπό δημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδύ σατο δὲ Ἀρισταγόρας, ὁ τὰ τοῦ προειληφό τος ὑποδεξάμενος.