1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

ἀνωμαλία, καὶ τὸ περιττὸν τῆς ἐκστάσεως· εἴπερ μάντις ἄριστος, ὅστις εἰκά ζειν οἶδε καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι ση μεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνασηκούμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος, καὶ μανικὸν βλέπων, πόδες ἀστα τοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι τὸ αὐτὸ φέροντες, γέλωτες ἀκρατεῖς τε καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύ ματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως.

Κ∆ʹ. Τί ἂν τὰ καθ' ἕκαστον γράφοιμι; Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων 35.693 ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν· οἷς, ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην· Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει! καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτοῦ κατευξάμενος. Κρεῖσσον γὰρ ἢ τούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον· πολλῶν μὲν ἐπικλυσμῶν θρυλλουμέ νων, πολλῶν δὲ ἐμπρησμῶν, καὶ βρασμῶν γῆς, καὶ χασμάτων, ἔτι δὲ ἀνδρῶν ἀπανθρωποτάτων καὶ θηρίων ἀλλοκότων τε καὶ συνθέτων, ὧν ἡ φύσις ἐκαινοτόμησε. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγ κατο τῆς ἀπονοίας· ἐνταῦθα μόνον οὐκ ἀνασχομένου τοῦ Θεοῦ τῆς συνήθους μακροθυμίας, ἔνθα πολλοῖς κακὸν ἦν τὸ φιλάνθρωπον, καὶ πολλὴν μὲν ἔμελλε παρέξειν ἀθυμίαν τοῖς κατορθοῦσι, πολλὴν δὲ τοῖς ἁμαρτάνουσι καταφρόνησιν· ὡς οὐκ ἐφορῶντος οὐδενὸς τὰ ἡμέτερα, οὐδὲ οὔσης τινὸς κυβερνήσεως ἢ ἀντιδόσεως, ἀλλὰ τοῦ αὐτομάτου τὸ πᾶν φέ ροντός τε καὶ περιτρέποντος· ὃ διανοίας ἐστὶ πονη ρᾶς καὶ λίαν ἐπισφαλῶς περὶ τῶν μεγίστων διακει μένης.

ΚΕʹ. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτί μων τὰ διηγήματα· ταῦτα οἱ τὸν ἐσταυρωμένον προσ κυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδεύτων, ὡς αὐτοὶ λέγουσι· ταῦτα οἱ τοῖς γραϊδίοις συγκαθεζόμενοι, καὶ συμψάλλοντες· ταῦτα οἱ ταῖς μακραῖς νηστείαις ἐκτετηγμένοι καὶ ἡμιθνῆ τες· ταῦτα οἱ μάτην ἀγρυπνοῦντες ἡμεῖς, καὶ ταῖς παννύχοις στάσεσι παραληροῦντες, καὶ ὑμᾶς καταβάλλοντες. Ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ σύμβουλοι; Ἐκ τῶν παρ' ἡμῖν τινος ἀσόφων, ὡς γοῦν ὑμῖν δοκεῖ, λαμβάνω τὸν ἐπινίκιον. Ποῦ αἱ θυσίαι, καὶ τελεταὶ, καὶ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τέχνη κατὰ τῶν ἐντόμων ἐπαινου μένη; ποῦ τερατεία προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ Βαβυλὼν ἡ ἔνδοξος θρυλλουμένη, καὶ οἰκουμένη πᾶσα περινοουμένη δι' ὀλίγου καὶ ἐναγοῦς αἵματος; ποῦ δὲ οἱ ἐν τῇ χειρὶ κρατούμενοι Πέρσαι καὶ Μῆδοι; ποῦ δὲ οἱ προπεμπόμενοι καὶ παραπέμποντες, καὶ προπολεμοῦντες καὶ συμ 35.696 πολεμοῦντες θεοί; ποῦ αἱ κατὰ Χριστιανῶν μαν τεῖαι, καὶ ἀπειλαὶ, καὶ ἡ κατὰ προθεσμίαν κατάλυ σις ἡμῶν μέχρις ὀνόματος; Οἴχεται πάντα, διέψευ σται, διεῤῥύηκεν, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομ πάσματα.

Κ ςʹ. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας,ἐλθόντος ἐπ' αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τι νὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱε ρουσαλὴμ, λόγους τε βλασφήμους καὶ ἀσεβεῖς κατά τε τοῦ βασιλέως καὶ αὐτοῦ τοῦ Θεοῦ πικρῶς ἀποῤ ῥίψαντος, ὡς οὐδ' ἂν ὁτιοῦν γένηται, περισώ σοντος ἐκ τῆς αὐτοῦ δυναστείας τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἐλθὼν, καὶ τὴν ἐσθῆτα περιῤῥηξάμενος, δα κρύων τε προχέων πηγὰς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας, τὸν Θεὸν τῆς Σεναχηρεὶμ βλασφημίας ἐπιμαρτύρεται, κἀκεῖνον ἔκδικον γενέσθαι τῆς τῶν ἀπειλουμένων ὑπερηφανίας ἐπιζητεῖ· Εἶδες, Κύριε, λέγων, ὅσα ὠνείδισέ σε ὁ ἀλλόφυλος οὗτος τὸν Θεὸν τοῦ Ἰσραήλ· εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· καὶ οὐκ