1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

ΛΑʹ. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα· φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντι κὰς βίβλους· αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀνελιττέσθωσαν. Ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότους γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας. Φρᾶξον τὰ ἄδυτά σου καὶ τὰς εἰς ᾅδου φερούσας ὁδούς· ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. Πόσαι ταῦτα κατέπραξαν ἂν ὅπλων παρασκευαὶ καὶ μηχανημάτων ἐπίνοιαι; πόσαι μυριάδες ἀνδρῶν καὶ φάλαγγες, ὅσα ἱκετεύοντες μόνον ἡμεῖς, καὶ Θεὸς βουληθεὶς κατειργάσατο; Λόγῳ τὸ σκότος ἔλυσε, λόγῳ τὸ φῶς ὑπεστήσατο, ἥδρασε γῆν, ἐγύρωσεν οὐρανὸν, ἀστέρας ἔταξεν, ἔσπειρεν ἀέρα, θάλασσαν ὥρισε, ποταμοὺς εἵλκυσε, ζῶα ἐψύχωσεν, ἄνθρωπον πρὸς ἑαυτὸν ἐμόρφωσε, κόσμον τοῖς ἅπασι περιέθηκε· λόγῳ καὶ τὴν νῦν σκοτόμηναν λύσας, εἰς φῶς ἅπαντα καὶ τάξιν καὶ ἁρμονίαν τὴν αὐτὴν ἐπανήγα γεν. Οὐκ ἔτι μὲν λίχνοι καὶ ἀπατηλοὶ δαίμονες δυ ναστεύουσιν· οὐκ ἔτι δὲ καθυβρίζεται κτίσις ἐν σχή ματι τιμῆς ἀντὶ Θεοῦ προσκυνουμένη. Κατάβαλε τοὺς Τριπτολέμους σου, καὶ τοὺς Κελεοὺς, καὶ τοὺς μυ στικοὺς δράκοντας· αἰσχύνθητί ποτε ταῖς τοῦ Θεολό γου σου βίβλοις Ὀρφέως· δέξαι τοῦ καιροῦ τὸ δῶρον, τὴν ἀσχημοσύνην σοι συγκαλύπτοντος. Εἰ δὲ ταῦτα μῦθοι καὶ πλάσματα, ἐγώ σου τὰ τῆς νυκτὸς ἀποκαλύψω μυστήρια.

ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς· οὐκ ἔτι λέβης μαντεύεται· οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ' ὧν τινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμε νον, ἀλλὰ γελώμενον· πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ ∆άφνη φυτόν ἐστιν μύθῳ θρηνού 35.705 μενον· πάλιν ἀνδρόγυνος ὁ ∆ιόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινό μενος· πάλιν Σεμέλη κεραυνῷ βάλλεται· πάλιν ἀμ φιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος· πάλιν δεσμώτης Ἄρης διὰμοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα· πάλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις· πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα· πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται· πάλιν τὰ πάντα γίνεται δι' ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ ∆ιὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται. Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος· σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον· ἕν σου μόνον αἰδέσιμον, αἱ παρ' Αἰγυπτίοις δι' ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἆλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρία πον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς· ἐγὼ δὲ εἰς παραίνεσίν τινα κατα λύσω τὸν λόγον.

ΛΓʹ. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύ ται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυ τρώσατο Κύριος, πρότερον μὲν ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, νυνὶ δὲ τῆς ἐπαναστάσεως τῶν ἐθνῶν, καὶ τῶν ἤδη γε παρόντων κακῶν καὶ προσδοκωμένων, ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαι δευμένου, ἔκ τε τῶν ὁσημέραι συμβαινόντων, καὶ τῶν παλαιῶν ἱστοριῶν, καὶ βίβλων, καὶ πράξεων. Μέγα μὲν τὸ μηδενὸς πειραθῆναι τῶν δυσχερῶν· ἴσως δὲ οὐδὲ μέγα, εἴπερ ἀληθὴς ὁ λόγος, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα ραδέχεται, καὶ οὗ κήδεται. Ἀλλὰ μέγα μὲν τὸ μηδὲ τὴν