1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

οὐδὲ ὄρνισι τὸ ἧπαρ κειρόμε νος, οὔποτε λεῖπον, ἀεὶ δὲ πληρούμενον· εἴτε ἀλή θεια ταῦτά ἐστιν, εἴτε μῦθος, παραδεικνὺς τὴν ἀλή θειαν ἐν τοῖς πλάσμασιν· ἀλλ' ὀψόμεθα τίσι καὶ οἵοις 35.716 τηνικαῦτα κολαζόμενος, καὶ ὡς πολὺ τούτων χαλε πωτέροις, εἴπερ πρὸς μέτρον τῶν ἁμαρτανομένων αἱ τίσεις καὶ ἀντιδόσεις.

ΛΘʹ. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς· ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θαυμαστήν σου νομοθεσίαν. Ὁρᾷς, ὡς οὐκ εἰς τέλος ἐμέλλομεν σιωπήσεσθαι, οὐδὲ ἀλογίαν κα τακριθήσεσθαι τοῖς σοῖς δόγμασιν, ἀλλὰ ῥήξειν φωνὴν ἐλευθέραν, καὶ τῆς σῆς ἐλεγκτικὴν ἀλο γίας; Οὔτε τοὺς Νειλῴους καταῤῥάκτας ἐπισχεῖν μηχανή τις, τοὺς ἀπ' Αἰθιοπίας ὑπὲρ Αἰγύπτου πίπτοντας, οὔτε ἡλιακὴν ἀκτῖνα, κἂν πρὸς ὀλίγον νέ φει καλύπτηται· οὔτε Χριστιανῶν γλῶσσαν πεδῆσαι, τὰ ὑμέτερα στηλιτεύουσαν. Ταῦτά σοι Βασίλειος καὶ Γρηγόριος, οἱ τῆς σῆς ἐγχειρήσεως ἀντίθετοι καὶ ἀν τίτεχνοι, ὡς αὐτός τε ᾤου, καὶ τοὺς ἄλλους ἔπειθες, ἀποσεμνύνων ἡμᾶς οἷς ἠπείλεις, καὶ θήγων πλέον πρὸς τὴν εὐσέβειαν, οὓς καὶ βίῳ, καὶ λόγῳ, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ περιφανεῖς, καὶ γνωρίμους ἔτ' ἀπὸ τῆς Ἑλλάδος εἰδὼς, τὴν Κυκλώπειον ἐτίμας τι μὴν, καὶ τελευταίους ἐταμιεύου τῷ διωγμῷ, καὶ δῶρον ἐπινίκιον ἴσως ἐπενόεις τοῖς δαίμοσι μέγα τι καὶ μεγαλοπρεπὲς, εἴ σε ἀπὸ τῆς Περσίδος ὑποδεξώμεθα ἐπανήκοντα, ἢ καὶ συναρπάσειν πρὸς τὸ σὸν βάραθρον ἤλπισας, κακῶς οἰόμενος.

Μʹ. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρῳ προθύμως συγκινδυνευσάντων, καὶ δειξάντων, ὅτι μόνον τῶν ἁπάντων πίστις ἀνάλωτον· ἢ τούτων δὴ τῶν ἐπὶ σοῦ νεανίσκων, ὧν ὁ μὲν τὴν μητέρα τῶν σῶν θεῶν καθυβρίσας, καὶ βωμὸν διασπείρας, προσήχθη μὲν ὡς κατάκριτος, 35.717 εἰσῆλθε δὲ ὡς νικηφόρος, καὶ πολλά σου τῆς ἁλουργίδος καὶ τῶν λόγων καταγελάσας, ὡς ψηφολογικῶν καὶ γελοίων, μετὰ πλείονος ἐξῆλθε τῆς παῤῥησίας, ὡς εἴ τις ἀπὸ δείπνου ἐπαναστρέφων καὶ λαμπρᾶς ἑστιάσεως· ὁ δὲ πᾶν τὸ σῶμα δορκαλίσι καταξανθεὶς εἰς βάθος, καὶ μικρὰ πνέων ἔτι τοῖς τραύμασι, τοσοῦτον ἀπεῖχεν ἐνδιδόναι πρὸς τὰς βασάνους, ἢ δεινόν τι τῶν παρόντων νομίζειν, ὥστε, ἐπειδή τι τοῦ σώματος εἶδεν ἀνεπηρέαστον ταῖς πληγαῖς, καὶ προσῃτιᾶτο τοὺς βασανιστὰς, ὡς ὑβριστὰς, καὶ οὐ πᾶν τὸ σῶμα τιμήσαντας, ἀλλά τι παρέντας ἄξαντον καὶ ἀνίερον· παραδεικνὺς ἅμα τὴν κνήμην, ὡς μόνην διαφυγοῦσαν τοὺς ὄνυχας, καὶ μηδὲ ταύτης φείδεσθαι διακελευόμενος.

ΜΑʹ. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ' οὖν Ἀντιοχικοῦ (ἀμφότερα γὰρ ἐπιγράφεις τῷ λόγῳ), οὗ τι Χριστιανοῖς ἀτιμότερον· ὃν τότε μὲν ἡ πορφυρὶς μέγαν ἐποίει, καὶ οἱ πάντα τὰ σὰ θαυμάζοντες κόλακες· νῦν δὲ πώγων ἐστὶ περιφερόμενος καὶ περισυρόμενος, καὶ τοῖς συμπεπονηκόσιν ὁμοῦ γελώμενος, ἐν ᾧ σὺ μὲν ἀπερίττῳ τοῦ σώματος, καὶ τῷ μηδεπώποτε τυχεῖν ἀπεπτήσας ἐξ ἀπληστίας, μέγα φυσᾷς, ὡς δή τι θαυμάσιον λέγων· ὅτι δὲ Χριστιανοὺς ἤλασας οὕτω πικρῶς, καὶ τοσοῦτον ἔθνος καὶ οὕτως ἱερὸν παρανάλωσας, ἑκὼν παρατρέχεις. Καίτοι γε ἑνὸς μὲν ἀνδρὸς ἀπεπτήσαντος, ἢ ἐρυγὰς φυσικὰς ἀφέντος, τί παρὰ τοῦτο τῷ κοινῷ βλάβος; τοσούτου δὲ διωγμοῦ κινηθέντος, καὶ τοσαύτης καινοτομηθείσης συγχύσεως, πῶς οὐκ ἀνάγκη πᾶσα τὰ Ῥωμαίων ἔχειν κακῶς, ὥσπερ οὖν καὶ ἐσχηκότα φαίνεται; 35.720

ΜΒʹ. Αὕτη σοι παρ' ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα· αἱ μὲν γὰρ ἐφ' ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκεῖσε ἀφικνουμένοις· τὴν δὲ οὐκ ἔστι μὴ πανταχοῦ καὶ πᾶσι γνωρίζεσθαι