1

 2

 3

 4

 5

4

μὲν οὐκ ἀνθρωπικῶς, γεννᾷν δὲ ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὢν, ἔπειτα ἐγένου, εἶτα γεννᾷς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευῒ, φησὶν, ἔτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον, ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως. 35.1077

Ιʹ. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ' ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν, οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦς), καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐτοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ' αὐτὸν, ἢ ἐπινοίᾳ μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλάκις γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον. τὸ παχύ σου καὶ ὑλικὸν τῆς διανοίας φοβούμενος. Εἰ δὲ οὐ πολυπραγμονεῖς τὴν τοῦ Υἱοῦ, εἴτε γέννησιν χρὴ λέγειν, εἴτε ὑπόστασιν, εἴτε τι ἄλλο κυριώτερον τούτων ἐπινοεῖ τις (νικᾷ γὰρ τὴν ἐμὴν γλῶτταν τὸ νοούμενον καὶ λεγόμενον)· μηδὲ τοῦ Πνεύματος περιεργάζου τὴν πρόοδον. Ἀρκοῦμαι ἀκούειν, ὅτι Υἱὸς, καὶ ὅτι ἐκ τοῦ Πατρός· καὶ ὅτι ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ οὐδὲν παρὰ τοῦτο περιεργάζομαι, μὴ ταυτὸ πάθω ταῖς φωναῖς, αἳ τῷ ὑπερφωνεῖσθαι παντελῶς διαπίπτουσιν, ἢ τῇ ὄψει τεινούσῃ πρὸς ἡλιακὴν ἀκτῖνα. Ὅσῳ γὰρ ἂν πλεῖον καὶ ἀκριβέστερον ἰδεῖν ἐθέλοι τις, τοσούτῳ τὴν αἴσθησιν παραβλάπτεται, καὶ τὸ ὁπωσοῦν ὁρᾷν ἀποστερεῖται, διὰ τοῦ πλείονος νικῶντος τὴν ὄψιν τοῦ ὁρωμένου ἐὰν ὅλον ἰδεῖν ἐθελήσῃ, καὶ μὴ ὅσον ὁρᾷν ἀσφαλές.

ΙΑʹ. Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου. Ἀκούεις ὅτι τὸ Πνεῦμα προϊὸν ἐκ τοῦ Πατρός; Τὸ ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, κἀγώ σου πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος· Πῶς εἶ χοῦς, καὶ εἰκὼν Θεοῦ; Τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; Πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; Πῶς ἡ αἴσθησις ἐν τῷ αὐτῷ μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶται; Πῶς ὁ νοῦς ἐν σοὶ μένει, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; Πῶς λόγῳ νόημα διαδίδοται; Καὶ οὔπω τὰ μείζονα λέγω· Τίς οὐρανοῦ περιφορά; Τίς ἀστέρων κίνησις, ἢ τάξις, ἢ μέτρα, ἢ σύνοδος, ἢ ἀπόστασις; Τίνες δ' ὅροι θαλάσσης; Πόθεν δὲ ἀνέμων ῥεύματα, ἢ ὡρῶν περιτροπαὶ, ἢ ὄμβρων ἐπιχύσεις; Εἰ τούτων μηδὲν κατενόησας, ὦ ἄνθρωπε (κα 35.1080 τανοήσεις δὲ ἴσως ποτὲ, ὅταν ἀπολάβῃς τὸ τέλειον. Ὄψομαι γὰρ, φησὶ, τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου· ὡς ὑπονοεῖσθαι τὰ νῦν ὁρώμενα μὴ εἶναι τὴν ἀλήθειαν, ἀλλὰ τῆς ἀληθείας ἰνδάλματα)· εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων διαλεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθησις μάρτυς, πῶς Θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; Πολλῆς τοῦτο τῆς ἀλογίας. ΙΒʹ. Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, τῷ μὴ θρασεῖ θεολόγῳ, τὸ μὲν κατέλαβες, τὸ δὲ καταλαμβάνειν δεήθητι. Τὸ μὲν ἀγάπησον ἐν σοὶ μένον, τὸ δὲ ἐν τοῖς ἄνω θησαυροῖς μεινάτω. ∆ιὰ πολιτείας, ἄνελθε· διὰ καθάρσεως, κτῆσαι τὸ καθαρόν. Βούλει θεολόγος γενέσθαι ποτὲ, καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων, ὃς ἀρθῆναι τοσοῦτον δύναται, ὥστε εἰς τὸ Παύλου μέτρον ἐλθεῖν; Ἀλλ' ὅμως φησὶ βλέπειν δι' ἐσόπτρου καὶ αἰνίγματος, καὶ εἶναι καιρὸν, ὅτε ὄψεται πρόσωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώτερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος. Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀληθείας τοσοῦτον λείπῃ, ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώσεσθαί ποτε, ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐνταῦθα ἔχειν τελείαν