1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

δεῆσαν, ἵνα τῇ μορφῇ λάμψῃ, καὶ τὴν θεότητα παραδείξῃ, καὶ γυμνώσῃ τὸν ἐν τῇ σαρκὶ κρυπτό μενον, τίνες συναναβαίνουσιν (οὐ γὰρ πάντες ἐπόπ ται τοῦ θαύματος); Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ πρὸ τῶν ἄλλων καὶ ὄντες καὶ ἀριθμού μενοι. Παρεῖναι δὲ ἀγωνιῶντι, καὶ ἀναχωροῦντι μι 36.196 κρὸν πρὸ τοῦ πάθους, καὶ εὐχομένῳ, τίνες; Οἱ αὐτοὶ πάλιν. Αὕτη μὲν ἡ τοῦ Χριστοῦ προτίμησις. Ἡ λοιπὴ δὲ εὐκοσμία καὶ τάξις, ὅση; Τὸ μὲν Πέτρος ἐρωτᾷ, τὸ δὲ Φίλιππος, τὸ δὲ Ἰούδας, τὸ δὲ Θωμᾶς, τὸ δὲ ἄλλος τις, καὶ οὐδὲ τὸ αὐτὸ πάντες, οὐδὲ τὰ πάντα εἷς, ἀλλ' ἕκαστος ἐν μέρει, καὶ καθ' ἕν. Οὗ περ ἕκαστος ἔχρῃζεν, εἴποις ἄν; Ἀλλ' ἐκεῖνό γε, τί σοι φαίνεται; Βούλεταί τι Φίλιππος εἰπεῖν, καὶ οὐ θαῤῥεῖ μόνος, ἀλλὰ καὶ Ἀνδρέαν προσλαμβάνει. Χρῄζει πυθέσθαι τι Πέτρος, καὶ Ἰωάννην προβάλλεται διὰ νεύματος. Ποῦ τὸ αὐστηρὸν ἐνταῦθα; Ποῦ δὲ τὸ φίλαρχον; Πῶς ἂν μᾶλλον ἔδειξαν ὄντες μαθη ταὶ Χριστοῦ, τοῦ πράου καὶ ταπεινοῦ τὴν καρδίαν, καὶ δούλου δι' ἡμᾶς τοὺς αὐτοῦ δούλους, καὶ πᾶσαν τῷ Πατρὶ τὴν δόξαν ἐν πᾶσιν ἀναπέμποντος, ἵν' ἡμῖν δῷ τύπον εὐταξίας καὶ μετριότητος; Ἣν τοσοῦτον τιμᾷν ἀπέχομεν, ὥστε ἀγαπῴην ἂν, εἰ μὴ καὶ θρα σύτεροι πάντων εἴημεν, οἵ γε περὶ μεγίστων κἂν τοῖς μεγίστοις ταύτην ἐπιδεικνύμεθα.

ΙΘʹ. Οὐκ οἶσθα, ὅτι τὸ ταπεινὸν, οὐκ ἐν τοῖς μι κροῖς κρίνεται τοσοῦτον (γένοιτο γὰρ ἂν καὶ δι' ἔν δειξιν καὶ ψευδῆ μόρφωσιν ἀρετῆς), ὅσον ἐν τοῖς μείζοσι δοκιμάζεται; Καὶ ταπεινόφρων ἐμοὶ, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς ὀλίγους, καὶ ὀλιγάκις, οὐδ' ὅστις ταπεινῶς προσαγο ρεύει τὸν ἀτιμότερον, ἀλλ' ὅστις μετρίως περὶ Θεοῦ φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδε, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογεῖν τὴν ἄγνοιαν, καὶ παραχωρεῖ τοῦ λόγου τῷ πιστευθέντι, καὶ εἶναί τινα πνευματι κώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ. Αἰσχρὸν γὰρ ἐσθῆτος μὲν καὶ διαίτης, μὴ τὴν ὑψηλοτέραν αἱρεῖσθαι, ἀλλὰ τὴν εὐτελεστέραν, καὶ τύλοις γονάτων, καὶ δακρύων πηγαῖς, ἔτι δὲ νη στείαις, καὶ ἀγρυπνίαις, καὶ χαμευνίαις, κόπῳ καὶ πᾶσιν ὑπωπιασμοῖς τὸ ταπεινὸν ἐπιδείκνυσθαι, καὶ τὴν τῆς ἰδίας ἀσθενείας συναίσθησιν· αὐτοκρά τορα δὲ εἶναι καὶ τύραννον ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ μηδενὶ τὸ παράπαν ὑφίεσθαι, καὶ τὴν ὀφρὺν αἴ ρειν ὑπὲρ πάντα νομοδιδάσκαλον· ἔνθα τὸ ταπεινὸν μετὰ τῆς εὐδοξίας ἔχει καὶ τὴν ἀσφάλειαν.

Κʹ. Τί οὖν; σιωπησόμεθα περὶ Θεοῦ, καὶ τοῦτο κελεύεις (ὑπέκρουέ τις τῶν θερμοτέρων); Καὶ περὶ τίνος μᾶλλον, ἢ τούτου φθεγξόμεθα; Καὶ ποῦ θήσομεν τὸ, ∆ιὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ 36.197 καιρῷ· καὶ, Ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· καὶ, Ἰδοὺ, τὰ χείλη μου οὐ μὴ κωλύσω· καὶ τοιαῦτα ἐρεῖ μεμελετημένα, καὶ ὡρισμένα ῥή ματα; Πρὸς ὃν δεῖ πράως καὶ μὴ χαλεπῶς ἀπαντῆ σαι τοῖς λόγοις, ἐντεῦθεν διδάσκοντας εὐταξίαν. Οὐ σιωπᾷν διακελεύομαι, ὦ σοφώτατε, ἀλλὰ μὴ φι λονείκως ἵστασθαι· οὐ κρύπτειν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διδάσκειν παρὰ τὸν νόμον. Ἐγὼ πρῶτος τῶν ἐπαινούντων εἰμὶ σοφίαν, κἀν τοῖς θείοις λόγοις ἀσχο λουμένων, ἢ ἀσχολεῖσθαί γε βουλομένων· καὶ μή ποτε πρὸ ταύτης τι θείην τῆς ἀσχολίας, μηδὲ ταλαί πωρος ὑπ' αὐτῆς ἀκούσαιμι τῆς Σοφίας, ὡς σοφίαν καὶ παιδείαν ἐξουθενῶν. Φεύγω δ' ὅμως τὸ ἄμετρον, καὶ κολάζω τὴν ἀπληστίαν· καὶ ἀργὸς εἶναι μᾶλλον τοῦ δέοντος, ἢ περίεργος δέχομαι, ἂν μὴ ἀμφότερα διαφεύγειν ἐξῇ, καὶ τοῦ μετρίου τυγχάνειν· καὶ δειλότερος μᾶλλον τοῦ δέοντος, ἢ θρασύτερος. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ κωλύοντά με τροφῆς ἀμετρίαν, καὶ καθόλου τροφὴν κωλύειν κατῃτιῶ· ἢ καὶ τυφλότητα ἐπαινεῖν, σω φρόνως ὁρᾷν εἰσηγούμενον.

ΚΑʹ. Εἰ ἔστι σοι λόγος συνέσεως, ἀποκρί θητι, φησὶ, καὶ οὐδεὶς ὁ κωλύσων· εἰ δὲ μὴ, δε σμὸς κείσθω σοῖς χείλεσι. Πόσῳ μᾶλλον ἁρμόζει τοῦτο τοῖς εἰς τὸ διδάσκειν