1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ἀμελήσαιμι· ἀλλὰ καὶ τιμῶ, καὶ ἀσπάζομαι, καὶ χαίρω μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, οἷς οἱ πολλοὶ χαίρουσιν· καὶ ποιοῦμαι παντὸς τοῦ βίου κοινωνὸν, καὶ σύμβουλον ἀγαθὸν καὶ συνόμιλον, καὶ ἡγεμόνα τῆς ἐπὶ τὰ ἄνω ὁδοῦ, καὶ συναγωνιστὴν πρόθυμον· καὶ ἐπειδὴ πᾶν ἀτιμάζω τερπνὸν κάτω μένον, εἰς τοῦτό μοι πᾶν ἐκενώθη τὸ φίλτρον μετὰ Θεόν· μᾶλλον δὲ καὶ εἰς τοῦτον· ὅτι πρὸς Θεὸν φέρει μετὰ συνέσεως ᾧ δὴ καὶ μόνῳ Θεὸς καταλαμβάνεται γνησίως, καὶ τηρεῖται, καὶ ἐν ἡμῖν αὔξεται. Εἶπον τὴν Σοφίαν ἐμὴν ἀδελφὴν εἶναι· καὶ ἐτί μησα ταύτην, καὶ περιέλαβον, ὡς ἦν ἐφικτὸν ἐμοί· καὶ ζητῶ τῇ ἐμῇ κεφαλῇ τὸν στέφανον τῶν χαρίτων καὶ τῆς τρυφῆς, ἃ δὴ σοφίας χαρίσματα, καὶ λόγου τοῦ ἐν ἡμῖν τὸ ἡγεμονικὸν καταλάμποντος, καὶ φωτίζοντος ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα.

ςʹ. Τούτῳ χαλινῶ θυμὸν ἐκφερόμενον, τούτῳ κοι μίζω φθόνον τήκοντα, τούτῳ προσαναπαύω λύπην, δεσμὸν καρδίας, τούτῳ σωφρονίζω διάχυσιν ἡδονῆς, τούτῳ μετρῶ μῖσος, ἀλλ' οὐ φιλίαν· τὸ μὲν γὰρ μετρεῖσθαι δεῖ, τῆς δὲ μηδένα γινώσκειν ὅρον. Οὗτος εὐποροῦντά με ποιεῖ μέτριον, καὶ πένητα μεγαλό ψυχον· οὗτος εὐδρομοῦντί με πείθει συντρέχειν, καὶ 35.729 πίπτοντι χεῖρα ὀρέγειν, καὶ ἀσθενοῦντι συνασθε νεῖν, καὶ ἰσχύοντι συνευφραίνεσθαι. Μετὰ τούτου πατρὶς καὶ ξένη τὸ ἴσον ἐμοὶ, καὶ τόπων μετάστασις ἀλλοτρίων ὁμοίως, ἀλλ' οὐκ ἐμῶν. Οὗτός μοι διαιρεῖ κόσμους, καὶ τοῦ μὲν ἀπάγει, τῷ δὲ προστί θησιν· οὗτός με καὶ διὰ τῶν δεξιῶν ὅπλων διεξάγει τῆς δικαιοσύνης οὐκ ἐπαιρόμενον, κἂν τοῖς ἀριστεροῖς καὶ τραχυτέροις συμφιλοσοφεῖ, τὴν οὐ καται σχύνουσαν ἐλπίδα παραζευγνὺς καὶ τὸ παρὸν κουφί ζων τῷ μέλλοντι. Τούτῳ καὶ νῦν δεξιοῦμαι τοὺς ἐμοὺς φίλους καὶ ἀδελφοὺς, καὶ προτίθημι τρά πεζαν λογικὴν, καὶ κρατῆρα πνευματικὸν καὶ ἀέν ναον· οὐχ οἷς ἡ κάτω τράπεζα κολακεύει τὴν καταργουμένην γαστέρα, καὶ ἀθεράπευτον.

Ζʹ. Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐκαρτέρησα ὡσεὶ τίκτουσα, μὴ καρτερήσω διαπαντός; Τῷ μὲν γὰρ Ζαχαρίᾳ λύει τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐκ ἔπρεπε τὸν πατέρα τῆς φωνῆς σιωπᾷν, ταύτης προελθούσης· ἀλλ' ὥσπερ ἀπιστη θεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσα δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ καὶ λύχνος, Λόγου καὶ φωτὸς πρόδρομος· ἐμοὶ δὲ λύει τὴν γλῶσσαν, καὶ ὑψοῖ τὴν φωνὴν, ὡς σάλπιγγος, ἡ παροῦσα εὐεργεσία, καὶ τὸ κάλλιστον τοῦτο θέατρον, τὰ τέκνα τοῦ Θεοῦ διεσκορ πισμένα, συνηγμένα εἰς ἓν, καὶ ὑπὸ τὰς αὐτὰς ἀναπαυόμενα πτέρυγας, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ πορευόμενα ἐν ὁμονοίᾳ, καὶ μίαν ἁρμονίαν ἡρμοσμένα τὴν τοῦ καλοῦ καὶ τοῦ Πνεύματος· ὅτε οὐκ ἔτι φέρο μεν ἀλλήλους καὶ ἄγομεν, τοσοῦτον ὑπὸ τοῦ πονη ροῦ κλαπέντες, ἢ βιασθέντες, καὶ κατατοξευθέντες ἐν σκοτομήνῃ τὸν νοῦν, ἣν αὐτὸς ἡμῖν ἐπήγειρεν· καὶ οὐκ οἶδ' ὅτι χρὴ λέγειν, ὥστε καὶ τοῖς ἀλλήλων κακοῖς ἐπευφραίνεσθαι, καὶ μὴ νομίζειν τοῦ παντὸς εἶναι ζημίαν τὴν ἀλλήλων κατάλυσιν· ὅτε Ἰούδας καὶ Ἰσραὴλ τίθενται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ Ἱερουσαλὴμ καὶ Σαμάρεια πρὸς μίαν τὴν ἄνω Ἱερουσαλὴμ συνάγονται, καὶ οὐκ ἔτι Παύλου, καὶ Ἀπολλὼ, καὶ Κηφᾶ, ὑπὲρ ὧν, καὶ καθ' ὧν ἡ φυσίωσις, πάντες δὲ Χριστοῦ γεγόναμεν. 35.732

Ηʹ. Ἀλλ' ἐπειδὴ κἀμὲ, καὶ τὸν λόγον ἔχετε, καὶ διὰ τῆς ἀγάπης οὐκ ἄκοντα τυραννήσαντες, φθέγξομαι μὲν, εἰ καὶ μόλις, ἐπειδὴ τοῦτο κελεύετε· φθέγξομαι δὲ εὐχαριστίας καὶ νουθεσίας ῥήματα. Ἡ μὲν οὖν εὐχαριστία τοιαύτη. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Τίς δὲ πάσαις ἀκοαῖς παραστήσει τὴν ἐπὶ πᾶσιν αἴνεσιν; ὅτι γέγονε τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ δια λέλυται· ὅτι ἔπαυσας ἡμᾶς ὄντας παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς· ὅτι τοσοῦτον ἡμᾶς ἐκάκωσας, ὅσον τὸ τῆς εἰρήνης ἀγα θὸν τῇ διαστάσει γνωρίσαι, καὶ ἀλγεῖν