1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

Ιςʹ. Ὅταν δὲ στασιάσῃ πρὸς ἑαυτὴν ἡ ὕλη, καὶ δυσκάθεκτος γένηται, μελετῶσα τὴν λύσιν διὰ τῆς στάσεως, ἢ Θεός τι παρασαλεύσῃ τῆς ἁρμονίας εἰς φόβον τῶν ἁμαρτανόντων καὶ κόλασιν, ἢ θαλάσσης ὑπεξιούσης, ἢ γῆς βρασσομένης, ἢ ξέ νων ὑετῶν φερομένων, ἢ συγκαλυφθέντος ἡλίου, ἢ πλεοναζούσης ὥρας, ἢ πυρὸς ὑπερβλύζοντος, ἀκοσμία κατὰ τοῦτο, καὶ φόβος περὶ τὸ πᾶν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ στάσει δείκνυται. Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, ἔτι 35.744 δὲ χοροὺς, καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πλη ρώματα, καὶ συζυγίας, καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρή νης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ, καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς, καὶ τῆς διασπορᾶς, καὶ τῆς ἄλης, ἥν τε νῦν ἔχουσι, καὶ ἣν ἐπὶ πλεῖστον ἕξωσι, πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν, ἔπειτα ἐρήσομαι ἀκριβῶς εἰδότας ὑμᾶς, τί τὸ τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κα κοῖς τὴν ὁμόνοιαν.

ΙΖʹ. Οὐχ ἕως μὲν εἰρήνην εἶχον καὶ πρὸς ἀλλήλους καὶ πρὸς Θεὸν, Αἰγύπτῳ τῇ καμίνῳ τῇ σιδη ρᾷ πιεζόμενοι, καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συν αγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψις), λαός τε ἅγιος ἤκουον, καὶ μερὶς Κυρίου, καὶ βασίλειον ἱεράτευμα. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως· ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ, καὶ στύ λῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας· καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πέτρα δὲ διψῶσιν ἐπή γαζε, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι' εὐχῆς ἐγείρουσα τρόπαια, καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μι μούμενοι θάλασσαν, καὶ στοιχεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ Θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτι μῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν ὁ Ἰσραήλ. Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο, καὶ κατ' ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰ (τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην ἀπώλειαν αὐτοὺς συνελαύνοντος, καὶ τῆς ἀπονοίας ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντες), καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς ἐφ' ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, τί γίνεται; καὶ τί πεπόν θασι;

ΙΗʹ. Θρηνεῖ μὲν αὐτοὺς Ἱερεμίας ἐπὶ τοῖς προτέ ροις πάθεσι, καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως κἀκεῖνα θρήνων καὶ ὀδυρμῶν ἄξια· πῶς δὲ οὐ τῶν μεγίστων τείχη κατ εσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημέ νον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖ ρες· οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ κα 35.745 τῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶν τες, ἱερεῖς ἀγόμενοι, πρεσβῦται μὴ ἐλεούμενοι, παρ θένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλό τριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζαραῖοι κατασυρόμενοι, θρῆνοι τοῖς ὕμνοις ἀντεγειρόμενοι· καὶ ἵν' ἐξ αὐτῶν εἴπω τι τῶν Ἱερεμίου Θρήνων, οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κα κῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας· καὶ μικρὸν πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμό νων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ' ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα, Ταῦτα πῶς οὐ δεινὰ καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ νῦν τοῖς ἀκούουσιν; Ἐγὼ γοῦν ὁσάκις ἂν ταύτην ἀναλάβω τὴν βίβλον, καὶ τοῖς Θρήνοις συγγένωμαι, συγγίνομαι δ' ὁσάκις ἂν εὐημερίαν σωφρονίσαι ἐθελήσω τῷ ἀναγνώσματι, ἐγκόπτομαι τὴν φωνὴν, καὶ συγχέομαι δάκρυσι, καὶ οἷον ὑπ' ὄψιν μοι τὸ πάθος ἔρχεται, καὶ συνθρηνῶ τῷ θρηνήσαντι. Τὴν