1

 2

 3

 4

 5

 6

 7

2

Γʹ. Καὶ ὄντως κινδυνεύει ῥᾷον εἶναι δυσπραγίαν ἐνεγκεῖν, ἢ εὐπραγίαν διασώσασθαι· ὁπότε καὶ ἡμεῖς, ἡνίκα ἐπολεμούμεθα, τοῖς διωγμοῖς ῥωσθέντες καὶ συναχθέντες, ἡνίκα συνήχθημεν, διελύθημεν. Τίς γὰρ οὐκ ἂν ὀδύραιτο εὖ φρονῶν τὰ παρόντα; Τίς δὲ λόγον εὑρήσει τῇ συμφορᾷ παρισούμενον; Λῃστὰς μὲν εἰρηνεύειν, οὓς κακία συνέδησε, καὶ τοὺς τυ ραννίδι συντεταγμένους, ἢ κλοπῆς κοινωνοὺς, ἢ στά σεως συνωμότας, ἢ μοιχείας συλλήπτορας, ἔτι δὲ χορῶν συστήματα, καὶ στρατῶν τάγματα, καὶ νηῶν πληρώματα· ἐῶ γὰρ λέγειν κλήρους ἐξ ἴσου διαιρουμένους, καὶ πολιτείας ἀντιθέτους, καὶ διαδο χὰς λειτουργιῶν καὶ ἀρχῶν, τάξει προϊούσας καὶ νόμῳ, καὶ τὴν πολυύμνητον δὴ ταύτην σοφιστικὴν, ἢ γραμματικὴν, ἵνα μὴ λέγω φιλοσοφίαν, περὶ ἣν νέων φιλοτιμία λυσσᾷ τε καὶ μέμηνε· ταύτην μὲν ὁρᾷν ὀλίγα μὲν στασιάζουσαν, τὰ πλείω δὲ εἰρη νεύουσαν· ἡμᾶς δὲ ἀσυνθέτους εἶναι καὶ ἀσυνδέτους, καὶ μήποτε δύνασθαι εἰς ταυτὸν ἐλθεῖν, μηδέ τινα λόγον φανῆναι τῆς νόσου ταύτης θεραπευτὴν, ἀλλ' ὥσπερ κακίας μυσταγωγοὺς καὶ μύστας ὄντας, οὐκ ἀρετῆς, πολλὰ μὲν ποιεῖσθαι τὰ τῆς διαστάσεως ὑπεκκαύματα, μικρὰ δὲ, ἢ μηδόλως τῆς ὁμονοίας φροντίζειν. Καίτοι τούτων μὲν στασιαζόντων, οὐκ εἰς μέγα ἡ στάσις φέρει· τινάς τε καὶ στασιάζειν ἢ συμφρονεῖν ἄμεινον· τὰς γὰρ ἐπὶ κακῷ συστάσεις τίς ἂν ἐπαινέσειεν εὖ φρονῶν; 35.1136

∆ʹ. Ἡμᾶς δὲ εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον; πρόχειρον εἰπεῖν· Ἡ ἀγάπη. Ὁ γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί. Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο χαίρει μᾶλλον ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον; οὐκ ἄλλο ἢ τοῦτο συγχωρή σειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι. Τί δήποτε οὖν οἱ τῆς ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισού μεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, δι ιστάμεθα; καὶ οἱ τῆς πέτρας, σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ' ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε τροφῆς μὲν, καὶ ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μό νον, ἀλλ' ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς ἄλ ληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ' οὐ δεὶς ὅρος τοῦ βάλλειν καὶ βάλλεσθαι, οὐ τοῖς ἑτεροδο ξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον διεστη κόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων, ἐὰν ἐν ὅροις ἱστῆται)· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ ὑπὲρ τῶν αὐτῶν στασιά ζουσι (τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον).

Εʹ. Καὶ τὸ αἴτιον τί; Φιλαρχία τυχὸν, ἢ φιλοχρη ματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι τῶν ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χά ριεν, ἡ τῶν ψήφων μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιά ζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυ θριῶντες, ἐπὶ σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν. Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς κακίας, ὅστις ποτὲ εἶ ὁ τοῦτο πάσχων, ἢ, τό γε ἀλη θέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν εὐσε βὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε πράγματι, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα, καὶ τοῖς αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρω τηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται; Ἀλλὰ καὶ πόρνος σοι σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει 35.1137 γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ διὰ κα λάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσα)· καὶ Ἰούδας σήμερον, ἢ Καϊάφας, ὁ χθὲς Ἡλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμέ νων, καὶ τὴν αὐτὴν ζώνην