1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

πειθέτω σε Παῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δι καίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρ θένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶ προτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πει θέτω σε ∆αβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησε φρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος, μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳ αἵματι.

∆ʹ. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκει με ὁ Κάρμηλος Ἡλίου, ἢ ἔρημος Ἰωάννου, Ἰησοῦτὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐ τέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενος παρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος, Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ τα πεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰ ὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρ καὶ ∆εσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχρι δούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶς ἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸν 35.864 κόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ καὶ τῶν μα θητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι. Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶ μαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇ εἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ, τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶ συντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία, καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦν ἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χριστὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔρ γοις τὸ φίλτρον ἐλέγχουσα.

Εʹ. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς, καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶν αἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ, κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαι ρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν, ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳ καὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶν καὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶν τὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑ ρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐ σπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον, ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον.

ςʹ. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα, καὶ τοῖς καθ' ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενε κτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρῄζοιεν ταύτης, εἴτε δι' ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φο 35.865 ρολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον· πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ, περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ' ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων, καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις, καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ, καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύ γην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ