1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

(πεποίηκε γάρ σε καὶ ταῦτα πλούσιον ὁ Θεὸς, εἰ θελήσειας), μηδὲ ταῦτα εὖ ποιεῖν ἀπόσχῃ τὸν ἐνδεῆ· μᾶλλον δὲ πρῶτα καὶ μάλιστα τῷ αἰ τοῦντί σε δίδου, καὶ πρὶν αἰτηθῆναι, ὅλην τὴν ἡμέραν ἐλεῶν καὶ δανείζων τὸν λόγον, καὶ ἀπαιτῶν φι λοπόνως τὸ δάνειον μετὰ τόκου τῆς τοῦ ὠφελημέ νου προσθήκης. ἣν ἀεὶ τῷ λόγῳ προστίθησιν, αὔξων ἑαυτῷ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας σπέρματα. Εἰ δὲ μὴ, τά γε δεύτερα καὶ μικρότε ρα, καὶ ὅσα εἰς δύναμιν ἥκει τὴν σήν· ἐπικούρη σον, ὄρεξον τροφὴν, ὄρεξον ῥάκος, προσένεγκε φάρμα κον, κατάδησον τραύματα, ἐρώτησόν τι περὶ τῆς συμ φορᾶς, περὶ καρτερίας φιλοσόφησον, θάρσησον, πρόσ ελθε· οὐ μὴ χεῖρόν τι σεαυτοῦ παρὰ τοῦτο γένῃ· οὐ μὴ μεταλάβοις τοῦ πάθους, κἂν οἱ λίαν ἁβροὶ τοῦτο νομίζωσι λόγοις ματαίοις ἠπατημένοι· μᾶλλον δὲ ταύτην προβάλλονται τῆς ἑαυτῶν εἴτε εὐλαβείας, εἴτε ἀσεβείας ἀπολογίαν, ἐπὶ τὴν δειλίαν, ὡς δή τι μέγα καὶ σοφὸν καταφεύγοντες. Τοῦτο πειθέτωσάν σε καὶ οἱ λόγοι, καὶ ἰατρῶν παῖδες, καὶ σύνοι κοι τούτων θεραπευταὶ, ὧν οὐδείς πω τοῖς τοιού τοις προσιὼν ἐκινδύνευσε. Σὺ τοίνυν, εἰ καὶ τὸ πρᾶγμα φοβερὸν καὶ ὑπονοίας ἄξιον, ὦ δοῦλε Χριστοῦ, καὶ φιλόθεε, καὶ φιλάνθρωπε, μὴ πάθῃς μηδὲν ἀγεν νές· τῇ πίστει θάρσησον· νικησάτω τὴν δειλίαν ὁ οἶκτος, ὁ τοῦ Θεοῦ φόβος τὴν ἁπαλότητα· στήτω πρὸ τῶν φιλοσάρκων λογισμῶν ἡ εὐσέβεια· μὴ παρίδῃς, μὴ παραδράμῃς τὸν ἀδελφὸν, μὴ ἀποστραφῇς ὡς ἄγος, ὡς μίασμα, ὡς ἄλλο τι τῶν φευκτῶν καὶ ἀπει ρημένων· σόν ἐστι μέλος, καὶ εἰ τῇ συμφορᾷ κάμ 35.896 πτεται· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὡς Θεῷ, καὶ εἰ λίαν παρατρέχεις μεγαλοψύχως, τάχα γάρ σε τούτοις δυσωπήσω τοῖς ῥήμασι. Σοὶ πρόκειται φιλανθρωπίας ὑπόθεσις, καὶ εἰ ἀλλοτριοῖ σε τοῦ εὖ παθεῖν ὁ ἀλλότριος.

ΚΗʹ. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν τολμηρότερον πλέῃ· καὶ πᾶς ὁ σῶμα περικείμενος ἐγγύς ἐστι τῶν τοῦ σώμα τος κακῶν, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζῃ, καὶ μὴ βλέπῃ τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλῇς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐ εκτῇς καὶ πλουτῇς, τῷ κακοπαθοῦντι βοήθη σον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον ἐστὶ κακὸν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Μὴ βουληθῇς ἐπᾶραι χεῖρα Θεὸν κατὰ τῶν ὑψαυχενούντων, καὶ παρατρεχόν των τοὺς πένητας. Ἐν ἀλλοτρίαις συμφοραῖς ταῦτα παιδεύθητι· δός τι καὶ μικρὸν τῷ δεομένῳ· οὐ γὰρ μικρὸν τῷ πάντων ἐπιδεεῖ, ἀλλ' οὐδὲ τῷ Θεῷ, ἂν ᾖ κατὰ δύναμιν. ∆ὸς ἀντὶ μεγάλου τὴν προθυμίαν· εἰ μηδὲν ἔχῃς, δάκρυσον· μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως, πολύ τι κουφίζει τῆς συμφορᾶς. Οὐκ ἔστιν ἀτιμώτερός σοι τοῦ κτήνους ὁ ἄνθρωπος, ὦ ἄνθρωπε, ὃ πεσὸν εἰς βόθρον, ἢ πλανηθὲν, ἀνεγείρειν σοι καὶ ἐπανάγειν ὁ νόμος διακελεύεται· εἰ μέν τι καὶ ἄλλο κρύπτων ἀποῤῥητότερον καὶ βαθύτερον, οἷα τὰ πολλὰ τοῦ νομικοῦ βάθους καὶ τῆς διπλόης, οὐκ ἐμὸν τοῦτο εἰ δέναι, ἀλλὰ τοῦ πάντα ἐρευνῶντος καὶ γινώσκοντος Πνεύματος· ὃ δ' οὖν ἐγὼ καταλαμβάνω, καὶ ὅσον εἰς τὸν ἐμὸν ἥκει λόγον, γυμνάζων ἡμᾶς ἀπὸ τῆς εἰς τὰ μικρὰ φιλανθρωπίας, ἐπὶ τὴν τελειοτέραν καὶ μείζονα. Πόση γὰρ ὀφείλεται τοῖς ὁμοφύλοις καὶ ὁμοτίμοις ἡ καὶ μέχρι τῶν ἀλόγων ἀπαιτουμένη;

ΚΘʹ. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ' οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ' ἂν εἴποις περὶ τῶν καθ' ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πά θεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ 35.897 τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ' οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ' εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥσ τε καὶ