1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

εἶναι τὸν Θεὸν, ἂν πρός τι τῶν συμβαινόντων ἰλιγγιάσωσιν· ἢ 35.901 καμεῖν περὶ τὸν λόγον δέον, ὡς τάχ' ἂν τῇ φιλοπονίᾳ δοθησομένης τῆς ἀληθείας, ἢ σοφωτέροις ἑαυτῶν ταῦτα συμφιλοσοφεῖν καὶ πνευματικωτέροις, ἐπει δὴ καὶ τοῦτο χάρισμα ἓν, καὶ οὐχὶ πάντων ἡ γνῶσις, ἢ καθάρσει βίου ταύτην θηρεύειν, καὶ παρὰ τῆς ὄντως Σοφίας σοφίαν ἐπιζητεῖν. Οἱ δὲ (ὢ τῆς ἀπαιδευσίας!) ἐπὶ τὸ ἑτοιμότερον τρέπονται, καὶ ἀλογίαν τοῦ παντὸς καταψεύδονται, αὐτοὶ τὸν λόγον οὐκ ἐπιστάμενοι· καὶ εἰσὶ δι' ἀπαιδευσίαν σοφοὶ, ἢ διὰ σοφίαν, ἵνα οὕτως εἴπω, τὴν περιττὴν, ἄσοφοι καὶ ἀσύνετοι. Ἐντεῦθεν οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ἐδογμάτισαν, ὄντως αὐτόματα καὶ ὡς ἔτυχεν ἀναπλασθέντα ἐπινοήματα· οἱ δὲ ἀστέρων τι νὰ δυναστείαν ἄλογόν τε καὶ ἄλυτον πλεκόντων, ὡς ἂν βούλωνται, τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ πλέκειν συνηναγκασμένων· καὶ πλανητῶν δή τι νων καὶ ἀπλανῶν συνόδους καὶ ὑποχωρήσεις, καὶ κυ ρίαν τοῦ παντὸς κίνησιν. Οἱ δὲ, ὅ τι ἂν ἕκαστος ἐφαντάσθησαν, τῷ ταλαιπώρῳ γένει τῶν ἀνθρώπων φέροντες, ἐπεισήγαγον, ὅσον αὐτοῖς τῆς Προνοίας ἀνέφικτόν τε καὶ ἀθεώρητον, εἰς διαφόρους δόξας καὶ προσηγορίας καταμερίσαντες. Εἰσὶ δὲ οἳ καὶ πενίαν πολλὴν τῆς Προνοίας κατέγνωσαν, τὰ μὲν ὑπὲρ ἡμᾶς ταύτῃ διοικεῖσθαι νομίσαντες, ἄχρι δ' ἡμῶν τῶν καὶ μάλιστα δεομένων κατάγειν αὐτὴν ἀποκνήσαντες, ὥσ περ δεδοικότες, μὴ τῷ πλείονας εὐεργετεῖσθαι, ἀγαθώτερον ἀποφήνωσι τὸν εὐεργέτην, ἢ ἀποκάμνοι αὐτοῖς ὁ Θεὸς εὖ ποιῶν πλείονας.

ΛΓʹ. Ἀλλ' οὗτοι μὲν, ὅπερ εἶπον, ἐῤῥίφθων, ἐπεὶ καὶ καλῶς αὐτοὺς προλαβὼν ὁ λόγος ἠμύνατο· Ἐμα ταιώθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλα ξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, μύθοις τισὶ καὶ σκιαῖς τὴν διὰ πάντων Πρόνοιαν καθυβρί σαντες. Ἡμεῖς δὲ μήτε αὐτοὶ ταῦτα τερατευώμεθα, εἴπερ τι μέλει τοῦ λόγου λογικοῖς οὖσιν ἡμῖν, καὶ λό γου θεραπευταῖς· μήτε τοὺς οἰομένους ἀποδεχώ μεθα, κἂν εὐδρομῶσι τὴν γλῶτταν ἐν τοῖς ἀτόποις λόγοις καὶ δόγμασι, καὶ τῷ καινῷ τέρπωσιν. Ἀλλὰ καὶ Θεὸν εἶναι τὸν πάντων ποιητὴν καὶ δημιουργὸν πιστεύωμεν· πῶς γὰρ ἂν ὑπέστη τὸ πᾶν, μή τινος οὐσιώσαντός τε καὶ συναρμόσαντος; Καὶ Πρόνοιαν συνεισάγωμεν, τὴν τοῦδε τοῦ παντὸς συνεκτικήν τε καὶ συνδετικήν· ἐπεὶ καὶ προνοητὴν 35.904 εἶναι τούτων, ὧν ποιητὴν εἶναι ἀναγκαῖον· εἰ μὴ μέλλοι τὸ πᾶν τῷ αὐτομάτῳ φερόμενον, ὥσπερ ὑπὸ λαίλαπος ναῦς, αὐτίκα λυθήσεσθαί τε καὶ διασπασθή σεσθαι διὰ τὴν ἀταξίαν τῆς ὕλης, καὶ πρὸς τὴν ἀρ χαίαν σύγχυσίν τε καὶ ἀκοσμίαν ἐπαναχθήσεσθαι. Καὶ τοῖς ἡμετέροις μάλιστα ἐπιστατεῖν δεξώμεθα τὸν ἡμέτερον, εἴτε ποιητὴν, εἴτε πλάστην βούλει καλεῖν· κἂν διὰ τῶν ἐναντίων ὁ βίος ἡμῖν διεξάγηται, διὰ τοῦτο τυχὸν καὶ ἀγνοουμένων, ἵνα τῷ δυσθεωρή τῳ τὸν ὑπὲρ πάντα λόγον θαυμάζωμεν. Ἐπειδὴ τὸ μὲν ῥᾳδίως ληπτὸν, ἅπαν εὐκαταφρόνητον· τὸ δὲ ὑπὲρ ἡμᾶς, ὅσῳ δυσεφικτότερον, τοσούτῳ θαυμασιώ τερον· καὶ γυμνάζει τὸν πόθον ἅπαν τὸ διαφεῦγον τὴν ἔφεσιν.

Λ∆ʹ. ∆ιὰ τοῦτο μήτε ὑγίειαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μήτε πλούτῳ ῥέοντι προστι θώμεθα καρδίᾳ, πλέον ἢ καλῶς ἔχει, τῇ ῥοῇ προσκείμενοι, καὶ οἷον τῆς ψυχῆς τι ταύτῃ προσαν αλίσκοντες· μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀπο πτύστου πάντη καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ' εἰδῶμεν καὶ ὑγίειαν περιφρονεῖν ἀ σύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας, μή πού τις καὶ Ἰὼβ τοῖς νοσοῦσιν ἐγκέκρυπται, πο λύ τι τῶν ὑγιαινόντων αἰδεσιμώτερος, κἂν τὸν ἰχῶ ρα ξέῃ, κἂν ταλαιπωρῇ νυκτὸς καὶ ἡμέρας αἴθριος, καὶ πληγῇ, καὶ γυναικὶ, καὶ φίλοις στενο χωρούμενος· ὡς δὲ καὶ πλοῦτον ἄδικον ἀποπέμπε σθαι, δι' ὃν κάμνει δικαίως ὁ ἐν τῇ φλογὶ πλούσιος, καὶ προσαιτεῖ ῥανίδα μικρὰν ἀναψύξεως, καὶ πενίαν