1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

τὸν λόγον τοῦτον, ὅτι θεὸς ὀνομάζεται, καὶ πατήρ; καὶ θῆλύ τι τὴν θεότητα, ὅσον ἐπὶ ταῖς κλήσεσι; καὶ τὸ πνεῦμα οὐδέτερον, ὅτι μὴ γεννητικόν; εἰ δέ σοι καὶ τοῦτο παιχθείη, τῇ ἑαυτοῦ θελήσει τὸν θεὸν συγγενόμενον, κατὰ τοὺς παλαιοὺς λήρους καὶ μύθους, γεννήσασθαι τὸν υἱόν, εἰσήχθη τις ἡμῖν καὶ Μαρκίωνος καὶ Οὐαλεντίνου θεὸς ἀρρενόθηλυς, τοῦ τοὺς καινοὺς αἰῶνας ἀνατυπώσαντος.

8 Ἐπεὶ δέ σου τὴν πρώτην διαίρεσιν οὐ δεχόμεθα, τὴν μηδὲν ἀγεννήτου καὶ γεννητοῦ μέσον ὑπολαμβάνουσαν, αὐτίκα οἰχήσονταί σοι μετὰ τῆς σεμνῆς διαιρέσεως οἱ ἀδελφοὶ καὶ οἱ υἱωνοί, ὥσπερ τινὸς δεσμοῦ πολυπλόκου τῆς πρώτης ἀρχῆς διαλυθείσης συνδια λυθέντες, καὶ τῆς θεολογίας ὑποχωρήσαντες. ποῦ γὰρ θήσεις τὸ ἐκπορευτόν, εἰπέ μοι, μέσον ἀναφανὲν τῆς σῆς διαιρέσεως, καὶ παρὰ κρείσσονος ἢ κατὰ σὲ θεολόγου, τοῦ σωτῆρος ἡμῶν, εἰσαγόμενον; εἰ μὴ τὴν φωνὴν ἐκείνην τῶν σῶν ἐξεῖλες εὐαγγελίων, διὰ τὴν τρίτην σου διαθήκην, Τὸ πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται· ὃ καθ' ὅσον μὲν ἐκεῖθεν ἐκπορεύεται, οὐ κτίσμα· καθ' ὅσον δὲ οὐ γεννητόν, οὐχ υἱός· καθ' ὅσον δὲ ἀγεννήτου καὶ γεννητοῦ μέσον θεός. καὶ οὕτω σου τὰς τῶν συλλογισμῶν ἄρκυς διαφυγὼν, θεὸς ἀναπέφηνε, τῶν σῶν διαιρέσεων ἰσχυρότερος. τίς οὖν ἡ ἐκπόρευσις; εἰπὲ σὺ τὴν ἀγεννησίαν τοῦ πατρός, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω, καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν, καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀρρήτου καὶ ὑπὲρ λόγον φύσεως.

9 Τί οὖν ἐστί, φησιν, ὃ λείπει τῷ πνεύματι, πρὸς τὸ εἶναι υἱόν; εἰ γὰρ μὴ λεῖπόν τι ἦν, υἱὸς ἂν ἦν. οὐ λείπειν φαμέν· οὐδὲ γὰρ ἐλλειπὴς θεός· τὸ δὲ τῆς ἐκφάνσεως, ἵν' οὕτως εἴπω, ἢ τῆς πρὸς ἄλληλα σχέσεως διάφορον, διάφορον αὐτῶν καὶ τὴν κλῆσιν πεποίηκεν. οὐδὲ γὰρ τῷ υἱῷ λείπει τι πρὸς τὸ εἶναι πατέρα, οὐδὲ γὰρ ἔλλειψις ἡ υἱότης, ἀλλ' οὐ παρὰ τοῦτο πατήρ. ἢ οὕτω γε καὶ τῷ πατρὶ λείψει τι πρὸς τὸ εἶναι υἱόν· οὐ γὰρ υἱὸς ὁ πατήρ. ἀλλ' οὐκ ἐλλεί ψεως ταῦτά ποθεν, οὐδὲ τῆς κατὰ τὴν οὐσίαν ὑφέσεως· αὐτὸ δὲ τὸ μὴ γεγενῆσθαι, καὶ τὸ γεγενῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, τὸ δὲ τοῦθ' ὅπερ λέγεται πνεῦμα ἅγιον προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον σώζηται τῶν τριῶν ὑποστάσεων ἐν τῇ μιᾷ φύσει τε καὶ ἀξίᾳ τῆς θεότητος. οὔτε γὰρ ὁ υἱὸς πατήρ, εἷς γὰρ πατήρ, ἀλλ' ὅπερ ὁ πατήρ· οὔτε τὸ πνεῦμα υἱὸς ὅτι ἐκ τοῦ θεοῦ, εἷς γὰρ ὁ μονογενής, ἀλλ' ὅπερ ὁ υἱός· ἓν τὰ τρία τῇ θεότητι, καὶ τὸ ἓν τρία ταῖς ἰδιότησιν· ἵνα μήτε τὸ ἓν Σαβέλλιον ᾖ, μήτε τὰ τρία τῆς πονηρᾶς νῦν διαιρέσεως.

10 Τί οὖν; θεὸς τὸ πνεῦμα; πάνυ γε. τί οὖν, ὁμοούσιον; εἴπερ 10 θεός. δὸς οὖν μοί, φησιν, ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱόν, τὸ δὲ οὐχ υἱόν, εἶτα ὁμοούσια, καὶ δέχομαι θεὸν καὶ θεόν. δός μοι καὶ σὺ θεὸν ἄλλον, καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς ὁ θεός, τε καὶ μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ τῶν περὶ σέ; λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καί, ὅ φησιν Ἠσαίας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς· ὅμως δὲ πειράσομαι, σὴν χάριν, κἀντεῦθεν δοῦναί τινα τῷ λόγῳ βοήθειαν. τὰ μὲν οὖν ἄλλα παρήσειν μοι δοκῶ, πολλὰ ἂν ἔχων ἐκ τῆς περὶ ζώων ἱστορίας εἰπεῖν, τὰ μὲν ἡμῖν γνώριμα, τὰ δὲ τοῖς ὀλίγοις, ὅσα περὶ τὰς τῶν ζώων γενέσεις ἡ φύσις ἐφιλοτεχνήσατο. γεννᾶσθαι γὰρ λέγεται, οὐκ ἐκ τῶν αὐτῶν τὰ αὐτὰ μόνον, οὐδὲ ἐξ ἑτέρων ἕτερα, ἀλλὰ καὶ ἐξ ἑτέρων τὰ αὐτά, καὶ ἐκ τῶν αὐτῶν ἕτερα. εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ ἄλλος ἐστὶ τρόπος γεννήσεως, αὐτό τι ὑφ' ἑαυτοῦ δαπανώμενον καὶ