1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

τικτόμενον. ἔστι δὲ ἃ καὶ ἐξίσταταί πως ἑαυτῶν, ἐξ ἄλλων ζώων εἰς ἄλλα μεθιστάμενά τε καὶ μεταποιούμενα, φιλοτιμίᾳ φύσεως. ἤδη δὲ καὶ τοῦ αὐτοῦ, τὸ μὲν οὐ γέννημα, τὸ δὲ γέννημα, πλὴν ὁμοούσια· ὃ καὶ τῷ παρόντι πως μᾶλλον προσέοικεν. ἓν δέ τι τῶν ἡμετέρων εἰπών, ὃ καὶ πᾶσι γνώριμον, ἐφ' ἕτερον μεταβήσομαι λόγον.

11 Ὁ Ἀδὰμ τί ποτε ἦν; πλάσμα θεοῦ. τί δὲ ἡ Εὖα; τμῆμα τοῦ πλάσματος. τί δὲ ὁ Σήθ; ἀμφοτέρων γέννημα. ἆρ' οὖν ταὐτόν σοι φαίνεται πλάσμα, καὶ τμῆμα, καὶ γέννημα; πῶς οὔ; ὁμοούσια δὲ ταῦτα, ἢ τί; πῶς δ' οὔ; ὡμολόγηται οὖν καὶ τὰ διαφόρως ὑποστάντα τῆς αὐτῆς εἶναι οὐσίας ἐνδέχεσθαι. λέγω δὲ ταῦτα, οὐκ ἐπὶ τὴν θεότητα φέρων τὴν πλάσιν, ἢ τὴν τομήν, ἤ τι τῶν ὅσα σώματος, μή μοί τις ἐπιφυέσθω πάλιν τῶν λογομάχων, ἐπὶ δὲ τούτων θεωρῶν, ὡς ἐπὶ σκηνῆς, τὰ νοούμενα. οὐδὲ γὰρ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν. καὶ τί ταῦτά, φασιν; οὐ γὰρ τοῦ ἑνὸς τὸ μὲν γέννημα, τὸ δὲ ἄλλο τι. τί οὖν; ἡ Εὖα καὶ ὁ Σήθ, οὐχὶ τοῦ αὐτοῦ τοῦ Ἀδάμ; τίνος γὰρ ἄλλου; ἢ καὶ ἀμφότεροι γεννήματα; οὐδαμῶς. ἀλλὰ τί; τὸ μὲν τμῆμα, τὸ δὲ γέννημα. καὶ μὴν ἀμφότεροι ταὐτὸν ἀλλήλοις· ἄνθρωποι γάρ· οὐδεὶς ἀντερεῖ. παύσῃ οὖν ἀπομαχόμενος πρὸς τὸ πνεῦμα, ὡς ἢ γέννημα πάντως, ἢ μὴ ὁμοούσιον, μηδὲ θεόν, καὶ ἐκ τῶν ἀνθρωπίνων τὸ δυνατὸν λαβὼν τῆς ἡμετέρας ὑπολήψεως; ἐγὼ μὲν οἶμαί σοι καλῶς ἔχειν, εἰ μὴ λίαν ἔγνωκας φιλονεικεῖν, καὶ πρὸς τὰ δῆλα μάχεσθαι.

12 Ἀλλὰ τίς προσεκύνησε τῷ πνεύματί, φησιν; τίς ἢ τῶν παλαιῶν, ἢ τῶν νέων; τίς δὲ προσηύξατο; ποῦ δαὶ τὸ χρῆναι προσκυνεῖν ἢ προσεύχεσθαι γέγραπται; καὶ πόθεν τοῦτο λαβὼν ἔχεις; τὴν μὲν τελεωτέραν αἰτίαν ἀποδώσομεν ὕστερον, ἡνίκα ἂν περὶ τοῦ ἀγράφου διαλεγώμεθα. νῦν δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει· τὸ πνεῦμά ἐστιν, ἐν ᾧ προσκυνοῦμεν, καὶ δι' οὗ προσευχόμεθα. Πνεῦμα γάρ, φησιν, ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. καὶ πάλιν· Τὸ γὰρ τί προσευξόμεθα, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. καί, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοί, τοῦτ' ἐστίν, ἐν νοὶ καὶ πνεύματι. τὸ οὖν προσκυνεῖν τῷ πνεύματι, ἢ προσεύχεσθαι, οὐδὲν ἄλλο εἶναί μοι φαίνεται, ἢ αὐτὸ ἑαυτῷ τὴν εὐχὴν προσάγειν καὶ τὴν προσκύνησιν. ὃ τίς οὐκ ἂν ἐπαινέσειε τῶν ἐνθέων, καὶ τῶν εὖ εἰδότων ὅτι καὶ ἡ τοῦ ἑνὸς προσκύνησις τῶν τριῶν ἐστὶ προσκύνησις, διὰ τὸ ἐν τοῖς τρισὶν ὁμότιμον τῆς ἀξίας καὶ τῆς θεότητος; καὶ μὴν οὐδὲ ἐκεῖνο φοβη θήσομαι τὸ πάντα διὰ τοῦ υἱοῦ γεγονέναι λέγεσθαι, ὡς ἑνὸς τῶν πάντων ὄντος καὶ τοῦ ἁγίου πνεύματος. πάντα γὰρ ὅσα γέγονεν, εἴρηται, οὐχ ἁπλῶς ἅπαντα· οὐδὲ γὰρ ὁ πατήρ, οὐδ' ὅσα μὴ γέ γονεν. δεῖξον οὖν, ὅτι γέγονε, καὶ τότε τῷ υἱῷ δός, καὶ τοῖς κτίσ μασι συναρίθμησον. ἕως δ' ἂν μὴ τοῦτο δεικνύῃς, οὐδὲν τῷ περι ληπτικῷ βοηθῇ πρὸς ἀσέβειαν. εἰ μὲν γὰρ γέγονε, διὰ Χριστοῦ πάντως· οὐδὲ αὐτὸς ἀρνήσομαι. εἰ δὲ οὐ γέγονε, πῶς ἢ τῶν πάντων ἕν, ἢ διὰ Χριστοῦ; παῦσαι οὖν καὶ τὸν πατέρα κακῶς τιμῶν κατὰ τοῦ μονογενοῦς, -κακὴ δὲ τιμὴ κτίσμα διδόντα τὸ τιμιώτερον ἀποστερεῖν υἱόν, -καὶ τὸν υἱὸν κατὰ τοῦ πνεύματος. οὐ γὰρ ὁμοδούλου δημιουργός, ἀλλ' ὁμοτίμῳ συνδοξαζόμενος. μηδὲν μετὰ σεαυτοῦ θῇς τῆς τριάδος, μὴ τῆς τριάδος ἐκπέσῃς. μηδενὶ περικόψῃς τὴν μίαν φύσιν καὶ ὁμοίως σεβάσμιον, ὡς ὅ τι ἂν τῶν τριῶν καθέλῃς, τὸ πᾶν ἔσῃ καθῃρηκώς, μᾶλλον δὲ τοῦ παντὸς ἐκπεπτωκώς. βέλτιον μικρὰν τῆς ἑνώσεως φαντασίαν λαβεῖν, ἢ παντελῆ τολμῆσαι δυσ σέβειαν.

13 Ἥκει δὲ ἡμῖν ὁ λόγος ἐπ' αὐτὸ τὸ κεφάλαιον· καὶ στένω μέν, ὅτι πάλαι τεθνηκὸς ζήτημα, καὶ τῇ πίστει παραχωρῆσαν, νῦν ἀνα καινίζεται· στῆναι δὲ ὅμως ἀναγκαῖον πρὸς τοὺς λογολέσχας, καὶ μὴ ἐρήμην ἁλῶναι, λόγον ἔχοντας, καὶ συνηγοροῦντας πνεύματι. εἰ θεός, φασι, καὶ θεός, καὶ θεός, πῶς οὐχὶ τρεῖς θεοί; ἢ