1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

ἐμπολι τεύεται νῦν τὸ πνεῦμα, σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. οὐ γὰρ ἦν ἀσφαλές, μήπω τῆς τοῦ πατρὸς θεότητος ὁμολο γηθείσης, τὸν υἱὸν ἐκδήλως κηρύττεσθαι· μηδὲ τῆς τοῦ υἱοῦ παρα δεχθείσης, τὸ πνεῦμα τὸ ἅγιον, ἵν' εἴπω τι καὶ τολμηρότερον, ἐπιφορτίζεσθαι· μὴ καθάπερ τροφῇ τῇ ὑπὲρ δύναμιν βαρηθέντες, καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντες τὴν ὄψιν, καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι· ταῖς δὲ κατὰ μέρος προσθήκαις, καί, ὡς εἶπε ∆αβίδ, ἀναβάσεσι, καὶ ἐκ δόξης εἰς δόξαν προόδοις καὶ προκοπαῖς, τὸ τῆς τριάδος φῶς ἐκλάμψῃ τοῖς λαμπροτέροις. διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπι δημεῖ, τῇ τῶν δεχομένων δυνάμει παραμετρούμενον, ἐν ἀρχῇ τοῦ εὐαγγελίου, μετὰ τὸ πάθος, μετὰ τὴν ἄνοδον, τὰς δυνάμεις ἐπι τελοῦν, ἐκφυσώμενον, ἐν γλώσσαις πυρίναις φαινόμενον. καὶ ὑπὸ Ἰησοῦ κατ' ὀλίγον ἐκφαίνεται, ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχά νων ἐπιμελέστερον· Ἐρωτήσω, φησί, τὸν πατέρα καὶ ἄλλον παρά κλητον πέμψει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας· ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις, καὶ ὡς ἀπ' ἄλλης τινὸς ἐξουσίας ποεῖσθαι τοὺς λόγους. εἶτα, Πέμψει μέν, ἐν δὲ τῷ ὀνόματί μου. τὸ Ἐρωτήσω παρείς, τὸ Πέμψει τετήρηκεν. εἶτα, Πέμψω, τὸ οἰκεῖον ἀξίωμα· εἶτα, Ἥξει, ἡ τοῦ πνεύματος ἐξουσία.

27 Ὁρᾷς φωτισμοὺς κατὰ μέρος ἡμῖν ἐλλάμποντας, καὶ τάξιν θεολογίας, ἣν καὶ ἡμᾶς τηρεῖν ἄμεινον, μήτε ἀθρόως ἐκφαίνοντας, μήτε εἰς τέλος κρύπτοντας. τὸ μὲν γὰρ ἄτεχνον, τὸ δὲ ἄθεον· καὶ τὸ μὲν τοὺς ἀλλοτρίους πλῆξαι δυνάμενον, τὸ δὲ ἀλλοτριῶσαι τοὺς ἡμετέρους. ὃ δὲ ἴσως μὲν ἦλθεν ἤδη τισὶν ἐπὶ νοῦν καὶ τῶν ἄλλων, ἐγὼ δὲ τῆς ἐμαυτοῦ διανοίας ὑπολαμβάνω καρπόν, προσθήσω τοῖς εἰρημένοις. ἦν τινὰ τῷ, σωτῆρι, καὶ εἰ πολλῶν ἐνεπίμπλαντο μαθη μάτων, ἃ μὴ δύνασθαι τότε βασταχθῆναι τοῖς μαθηταῖς ἐλέγετο, δι' ἃς εἶπον ἴσως αἰτίας, καὶ διὰ τοῦτο παρεκαλύπτετο· καὶ πάλιν πάντα διδαχθήσεσθαι ἡμᾶς ὑπὸ τοῦ πνεύματος ἐνδημήσαντος. τούτων ἓν εἶναι νομίζω καὶ αὐτὴν τοῦ πνεύματος τὴν θεότητα, τρανουμένην εἰς ὕστερον, ὡς τηνικαῦτα ὡρίμου καὶ χωρητῆς ἤδη τυγχανούσης τῆς γνώσεως, μετὰ τὴν τοῦ σωτῆρος ἀποκατάστασιν, οὐκέτι ἀπιστουμένου τῷ θαύματι. τί γὰρ ἂν τούτου μεῖζον ἢ ἐκεῖνος ὑπέσχετο, ἢ τὸ πνεῦμα ἐδίδαξεν; εἴπερ τι μέγα οἴεσθαι χρή, καὶ θεοῦ μεγαλοπρεπείας ἄξιον, τὸ ὑπισχνούμενον, ἢ τὸ διδασκόμενον.

28 Ἔχω μὲν οὕτω περὶ τούτων, καὶ ἔχοιμι, καὶ ὅς τις ἐμοὶ φίλος, - σέβειν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ πνεῦμα τὸ ἅγιον, τρεῖς ἰδιότητας, θεότητα μίαν, δόξῃ, καὶ τιμῇ, καὶ οὐσίᾳ, καὶ βασι λείᾳ μὴ μεριζομένην, ὥς τις τῶν μικρῷ πρόσθεν θεοφόρων ἐφιλο σόφησεν· ἢ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὥς φησιν ἡ γραφή, μηδὲ δόξαν τῆς ἐκεῖθεν λαμπρότητος, ὅς τις οὐχ οὕτως ἔχει, ἢ συμφέρεται τοῖς καιροῖς, ἄλλοτε ἄλλος γινόμενος, καὶ περὶ τῶν μεγίστων σαθρῶς βουλευόμενος. εἰ μὲν γὰρ οὐδὲ προσκυνητόν, πῶς ἐμὲ θεοῖ διὰ τοῦ βαπτίσματος; εἰ δὲ προσκυνητόν, πῶς οὐ σεπτόν; εἰ δὲ σεπτόν, πῶς οὐ θεός; ἓν ἤρτηται τοῦ ἑνός, ἡ χρυσῆ τις ὄντως σειρὰ καὶ σωτήριος. καὶ παρὰ μὲν τοῦ πνεύματος ἡμῖν ἡ ἀναγέν νησις· παρὰ δὲ τῆς ἀναγεννήσεως ἡ ἀνάπλασις· παρὰ δὲ τῆς ἀναπλά σεως ἡ ἐπίγνωσις τῆς ἀξίας τοῦ ἀναπλάσαντος.

29 Ταῦτα μὲν οὖν εἴποι τις ἂν τὸ ἄγραφον ὑποθέμενος· ἤδη δὲ ἥξει σοι καὶ ὁ τῶν μαρτυριῶν ἐσμός, ἐξ ὧν, ὅτι καὶ λίαν ἔγγραφος, ἡ τοῦ πνεύματος θεότης ἐπιδειχθήσεται τοῖς μὴ λίαν σκαιοῖς, μηδὲ ἀλλοτρίοις τοῦ πνεύματος. σκόπει δὲ οὕτως· γεννᾶται Χριστός, προτρέχει· βαπτίζεται, μαρτυρεῖ· πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. τί γὰρ οὐ δύναται τῶν μεγάλων, καὶ ὧν θεός; τί δὲ οὐ προσαγορεύεται ὧν θεός, πλὴν ἀγεννησίας καὶ γεννήσεως; ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι πατρὶ καὶ υἱῷ, ἵνα μὴ σύγχυσις ᾖ παρὰ τῇ θεότητι, τῇ καὶ τἄλλα εἰς τάξιν ἀγούσῃ καὶ εὐκοσμίαν. ἐγὼ μὲν φρίττω τὸν πλοῦτον