1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

ἐν ἡλίῳ· δεύτερον δὲ μὴ τὸν πατέρα μὲν οὐσιώ σωμεν, τἄλλα δὲ μὴ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις θεοῦ ποιήσωμεν ἐνυπαρχούσας, οὐχ ὑφεστώσας. οὔτε γὰρ ἀκτίς, οὔτε φῶς, ἄλλος ἥλιος, ἀλλ' ἡλιακαί τινες ἀπόρροιαι, καὶ ποιότητες οὐσιώδεις. καὶ ἅμα τὸ εἶναι καὶ τὸ μὴ εἶναι τῷ θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος, ὃ καὶ τῶν εἰρημένων ἀτοπώτερον. ἤκουσα δέ τινος καὶ τοιοῦτον ὑπογράφοντος λόγον. μαρμαρυγήν τινα ἡλιακὴν τοίχῳ προσαστράπτουσαν, καὶ περιτρέμουσαν ἐξ ὑδάτων κινήσεως, ἣν ἡ ἀκτὶς ὑπολαβοῦσα διὰ τοῦ ἐν μέσῳ ἀέρος, εἶτα σχεθεῖσα τῷ ἀντιτύπῳ, παλμὸς ἐγένετο καὶ παράδοξος. ἄττει γὰρ πολλαῖς καὶ πυκναῖς ταῖς κινήσεσιν, οὐχ ἓν οὖσα μᾶλλον ἢ πολλά, οὐδὲ πολλὰ μᾶλλον ἢ ἕν, τῷ τάχει τῆς συνόδου καὶ τῆς διαστάσεως, πρὶν ὄψει κρατηθῆναι, διαδιδράσκουσα.

33 Ἀλλ' οὐδὲ τοῦτο θέσθαι δυνατὸν ἐμοί, δι' ἓν μέν, ὅτι τὴν μὲν τὸ κινῆσαν καὶ πάνυ δῆλον· θεοῦ δὲ οὐδὲν πρεσβύτερον, ἵν' ᾖ τι τὸ τοῦτον κεκινηκός. αὐτὸς μὲν γὰρ πάντων αἰτία, αἰτίαν δὲ πρεσβυτέραν οὐκ ἔχει. δεύτερον δέ, ὅτι κἀνταῦθα τῶν αὐτῶν ὑπόνοια, συνθέσεως, χύσεως, ἀστάτου καὶ οὐ παγίας φύσεως, ὧν οὐδὲν ἐννοητέον περὶ θεότητος. καὶ ὅλως οὐδὲν ἔστιν ὅ μοι τὴν διάνοιαν ἵστησιν ἐπὶ τῶν ὑποδειγμάτων θεωροῦντι τὸ φανταζόμενον, πλὴν εἴ τις ἕν τι λαβὼν τῆς εἰκόνος, ὑπ' εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειε. τέλος οὖν ἔδοξέ μοι κράτιστον εἶναι τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι καὶ τὰς σκιάς, ὡς ἀπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας, αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ' ὀλίγων ῥημάτων ἱστάμενον, ὁδηγῷ τῷ πνεύματι χρώμενον, ἣν ἐντεῦθεν ἔλλαμψιν ἐδεξάμην, ταύτην εἰς τέλος διαφυλάσσοντα, ὡς γνησίαν κοινωνὸν καὶ συνόμιλον, τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι διατέμνοντα, καὶ τοὺς ἄλλους πείθειν εἰς δύναμιν προσκυνεῖν πατέρα, καὶ υἱόν, καὶ πνεῦμα ἅγιον, τὴν μίαν θεότητά τε καὶ δύναμιν· ὅτι αὐτῷ πᾶσα δόξα, τιμή, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.