1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

σκεπασθείς, τῷ σαρκωθέντι δι' ἡμᾶς θεῷ Λόγῳ· καὶ μικρὸν διακύψας, οὐ τὴν πρώτην τε καὶ ἀκήρατον φύσιν, καὶ ἑαυτῇ, λέγω δὴ τῇ τριάδι, γινωσκομένην, καὶ ὅση τοῦ πρώτου καταπετάσματος εἴσω μένει καὶ ὑπὸ τῶν χερουβὶμ συγκαλύπτεται, ἀλλ' ὅση τελευταία καὶ εἰς ἡμᾶς φθάνουσα. ἡ δέ ἐστιν, ὅσα ἐμὲ γινώσκειν, ἡ ἐν τοῖς κτίσμασι καὶ τοῖς ὑπ' αὐτοῦ προβεβλημένοις καὶ διοικουμένοις μεγαλειότης, ἤ, ὡς ὁ θεῖος ∆αβὶδ ὀνομάζει, μεγαλοπρέπεια. ταῦτα γὰρ θεοῦ τὰ ὀπίσθια, ὅσα μετ' ἐκεῖνον ἐκείνου γνωρίσματα, ὥσπερ αἱ καθ' ὑδάτων ἡλίου σκιαὶ καὶ εἰκόνες ταῖς σαθραῖς ὄψεσι παρα δεικνῦσαι τὸν ἥλιον, ἐπεὶ μὴ αὐτὸν προσβλέπειν οἶόν τε, τῷ ἀκραιφνεῖ τοῦ φωτὸς νικῶντα τὴν αἴσθησιν. οὕτως οὖν θεολογήσεις, κἂν ᾖς Μωυσῆς καὶ Φαραὼ θεός, κἂν μέχρι τρίτου κατὰ τὸν Παῦλον οὐρανοῦ φθάσῃς, καὶ ἀκούσῃς ἄρρητα ῥήματα· κἂν ὑπὲρ ἐκεῖνον γένῃ, ἀγγελικῆς τινὸς ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως ἠξιωμένος. κἂν γὰρ οὐράνιον ἅπαν, κἂν ὑπερουράνιόν τι, καὶ πολὺ τὴν φύσιν ὑψηλότερον ἡμῶν ᾖ, καὶ ἐγγυτέρω θεοῦ, πλέον ἀπέχει θεοῦ καὶ τῆς τελείας καταλήψεως, ἢ ὅσον ἡμῶν ὑπεραίρει τοῦ συνθέτου καὶ ταπεινοῦ καὶ κάτω βρίθοντος κράματος.

4 Ἀρκτέον οὖν οὕτω πάλιν. θεὸν νοῆσαι μὲν χαλεπόν· φράσαι δὲ ἀδύνατον, ὥς τις τῶν παρ' Ἕλλησι θεολόγων ἐφιλοσόφησεν, - οὐκ ἀτέχνως ἐμοὶ δοκεῖν, ἵνα καὶ κατειληφέναι δόξῃ τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. ἀλλὰ φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον. τὸ μὲν γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ' ἀμυδρῶς γε, τῷ μὴ πάντῃ τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πάντῃ, ἀλλ' ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.

5 Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω· τὸ δὲ ἡμέτερον, οὐχ ἡ εἰρήνη τοῦ θεοῦ μόνον ὑπερέχει πάντα νοῦν καὶ κατάληψιν, οὐδὲ ὅσα τοῖς δικαίοις ἐστὶν ἐν ἐπαγγελίαις ἀποκείμενα, τὰ μήτε ὀφθαλμοῖς ὁρατά, μήτε ὠσὶν ἀκουστά, μήτε διανοίᾳ θεωρητά, κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις· καὶ γὰρ καὶ ταύτης πείσθητι τὰς σκιὰς ἔχειν μόνον, ὅταν ἀκούσῃς· Ὄψομαι τοὺς οὐρα νούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, καὶ τὸν ἐν αὐτοῖς πάγιον λόγον· ὡς οὐχὶ νῦν ὁρῶν, ὀψόμενος δὲ ἔστιν ὅτε· ἀλλὰ πολὺ πρὸ τούτων ἡ ὑπὲρ ταῦτα, καὶ ἐξ ἧς ταῦτα, φύσις ἄληπτός τε καὶ ἀπερίληπτος· λέγω δέ, οὐχ ὅτι ἔστιν, ἀλλ' ἥτις ἐστίν. οὐ γὰρ κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν, οὐδὲ τοῦτό ἐστιν ὃ δογματίζομεν· μὴ πάλιν τὴν εὐγνωμοσύνην ἡμῶν ἀθείας λάβῃς ἀρχὴν καὶ συκοφαντίας, καὶ κατεπαρθῇς ὡς ὁμολο γούντων τὴν ἄγνοιαν. πλεῖστον γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι.

6 Τοῦ μὲν γὰρ εἶναι θεόν, καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα, καὶ πεπηγόσι καλῶς καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵνα οὕτως εἴπω, κινουμένοις καὶ φερομένοις· ὁ δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. πῶς γὰρ ἂν καὶ ὑπέστη τόδε τὸ πᾶν, ἢ συνέστη, μὴ θεοῦ τὰ πάντα καὶ οὐσιώσαντος καὶ συνέχοντος; οὐδὲ γὰρ κιθάραν τις ὁρῶν κάλλιστα ἠσκημένην καὶ τὴν ταύτης εὐαρμοστίαν καὶ εὐταξίαν, ἢ τῆς κιθαρῳδίας αὐτῆς