1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

ἐσεβάσθησαν, ὧν ἑώρων τὰ κάλλιστα θεοὺς προστησάμενοι. εἰσὶ δὲ οἳ καὶ εἰκόνας καὶ πλάσματα, πρῶτα μὲν τῶν οἰκείων, οἵ γε περιπαθέστεροι καὶ σωματικώτεροι, καὶ τιμῶντες τοὺς ἀπελθόντας τοῖς ὑπομνήμασιν· ἔπειτα καὶ τῶν ξένων, οἱ μετ' ἐκείνους καὶ μακρὰν ἀπ' ἐκείνων, ἀγνοίᾳ τῆς πρώτης φύσεως, καὶ ἀκολουθίᾳ τῆς παραδοθείσης τιμῆς, ὡς ἐννόμου καὶ ἀναγκαίας, ἐπειδὴ χρόνῳ τὸ ἔθος βεβαιωθὲν ἐνομίσθη νόμος. οἶμαι δὲ καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸν τιμώμενον, προσλαβόμενοί τινα καὶ μῦθον τῆς ἐξεπάτης ἐπίκουρον.

15 Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ἐνόμισαν, ἢ θεοῖς ἐτίμησαν, θυμόν, καὶ μιαιφονίαν, καὶ ἀσέλγειαν, καὶ μέθην, καὶ οὐκ οἶδ' ὅ τι ἄλλο τῶν τούτοις παραπλησίων, οὐ καλὴν οὐδὲ δικαίαν ταύτην ἀπολογίαν εὑράμενοι τῶν οἰκείων ἁμαρτημάτων. καὶ τοὺς μὲν ἀφῆκαν κάτω, τοὺς δὲ ὑπὸ γῆν ἔκρυψαν, -τοῦτο συνετῶς μόνον, -τοὺς δὲ ἀνήγαγον εἰς τὸν οὐρανόν. ὢ τῆς γελοίας κληροδοσίας. εἶτα ἑκάστῳ τῶν πλασμάτων ὄνομά τι θεῶν ἢ δαι μόνων ἐπιφημίσαντες, κατὰ τὴν ἐξουσίαν καὶ αὐτονομίαν τῆς πλάνης, καὶ ἀγάλματα ἱδρυσάμενοι, ὧν καὶ τὸ πολυτελὲς δέλεαρ, αἵμασί τε καὶ κνίσσαις, ἔστι δὲ οἵ γε καὶ πράξεσι λίαν αἰσχραῖς, μανίαις τε καὶ ἀνθρωποκτονίαις, τιμᾷν τοῦτο ἐνόμισαν. τοιαύτας γὰρ ἔπρε πεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς. ἤδη δὲ καὶ κνωδάλοις, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τούτων τοῖς αἰσχίστοις τε καὶ γελοιοτάτοις, ἑαυτοὺς καθύβρισαν, καὶ τούτοις φέροντες τὴν τοῦ θεοῦ δόξαν προσέθηκαν· ὡς μὴ ῥᾴδιον εἶναι κρῖναι, ποτέρον δεῖ καταφρονεῖν μᾶλλον τῶν προσκυνούντων ἢ τῶν προσκυνουμένων. τάχα δὲ καὶ πολὺ πλέον τῶν λατρευόντων, ὅτι λογικῆς ὄντες φύσεως, καὶ χάριν θεοῦ δεξάμενοι, τὸ χεῖρον ὡς ἄμεινον προεστή σαντο. καὶ τοῦτο τοῦ πονηροῦ τὸ σόφισμα, τῷ καλῷ καταχρησα μένου πρὸς τὸ κακόν, οἷα τὰ πολλὰ τῶν ἐκείνου κακουργημάτων. παραλαβὼν γὰρ αὐτῶν τὸν πόθον πλανώμενον κατὰ θεοῦ ζήτησιν, ἵν' εἰς ἑαυτὸν περισπάσῃ τὸ κράτος, καὶ κλέψῃ τὴν ἔφεσιν, ὥσπερ τυφλὸν χειραγωγῶν ὁδοῦ τινὸς ἐφιέμενον, ἄλλους ἀλλαχοῦ κατε κρήμνισε, καὶ διέσπειρεν εἰς ἕν τι θανάτου καὶ ἀπωλείας βάραθρον.

16 Οὗτοι μὲν δὴ ταῦτα· ἡμᾶς δὲ ὁ λόγος δεξάμενος ἐφιεμένους θεοῦ, καὶ μὴ ἀνεχομένους τὸ ἀνηγεμόνευτόν τε καὶ ἀκυβέρνητον, εἶτα τοῖς ὁρωμένοις προσβάλλων καὶ τοῖς ἀπαρχῆς ἐντυγχάνων, οὔτε μέχρι τούτων ἔστησεν, -οὐ γὰρ ἦν λόγου δοῦναι τὴν ἡγεμονίαν τοῖς ὁμοτίμοις κατὰ τὴν αἴσθησιν, -καὶ διὰ τούτων ἄγει πρὸς τὸ ὑπὲρ ταῦτα, καὶ δι' οὗ τούτοις τὸ εἶναι περίεστιν. τί γὰρ τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα τε δι' ἀέρος καὶ ὅσα καθ' ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανόν, καὶ γῆν, καὶ ἀέρα, καὶ φύσιν ὕδατος; τίς ταῦτα ἔμιξε καὶ ἐμέρισεν; τίς ἡ κοινωνία τούτων πρὸς ἄλληλα, καὶ συμφυία, καὶ σύμπνοια; ἐπαινῶ γὰρ τὸν εἰρηκότα, κἂν ἀλλότριος ᾖ. τί τὸ ταῦτα κεκινηκὸς καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; ἆρ' οὐχ ὁ τεχνίτης τούτων, καὶ πᾶσι λόγον ἐνθείς, καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; τίς δὲ ὁ τεχνίτης τούτων; ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ δὴ τῷ αὐτομάτῳ δοτέον τοσαύτην δύναμιν. ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου. τίνος τὸ τάξαι; καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν. τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους; ἑτέρου τινός, ἢ τοῦ αὐτομάτου; ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. τοῦτο δὲ τί ποτε ἄλλο πλὴν θεός; οὕτως ὁ ἐκ θεοῦ λόγος, καὶ πᾶσι σύμφυτος, καὶ πρῶτος ἐν ἡμῖν νόμος, καὶ πᾶσι συνημμένος, ἐπὶ θεὸν ἡμᾶς ἀνήγαγεν ἐκ τῶν ὁρωμένων. καὶ δὴ λέγωμεν ἀρξάμενοι πάλιν.

17 Θεόν, ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν, οὔτε τις εὗρεν ἀνθρώπων πώποτε, οὔτε μὴ εὕρῃ. ἀλλ' εἰ μὲν εὑρήσει ποτέ, ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων. εὑρήσει δέ, ὡς ἐμὸς λόγος, ἐπειδὰν τὸ