1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

τῶν ὀρῶν ἀποτέμνονται, καὶ ἄλλη πρὸς ἄλλο τι πέρας σχιζο μένη καὶ ἀποβαίνουσα, τῆς τοῦ θεοῦ μεγαλουργίας ἐναργέστατόν ἐστι γνώρισμα;

27 Θαλάττης δέ, εἰ μὲν μὴ τὸ μέγεθος εἶχον θαυμάζειν, ἐθαύ μασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσομαι. τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεταί τε καὶ ἵσταται, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; πῶς καὶ δέχεται ποταμοὺς πάντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν, ἢ οὐκ οἶδ' ὅτι χρὴ λέγειν; πῶς ψάμμος ὅριον αὐτῇ, τηλικούτῳ στοιχείῳ; ἔχουσί τι λέγειν οἱ φυσικοὶ καὶ σοφοὶ τὰ μάταια, καὶ κυάθῳ μετροῦντες ὄντως τὴν θάλασσαν, τὰ τηλι καῦτα ταῖς ἑαυτῶν ἐπινοίαις; ἢ συντόμως ἐγὼ παρὰ τῆς γραφῆς τοῦτο φιλοσοφήσω καὶ τῶν μακρῶν λόγων πιθανώτερόν τε καὶ ἀληθέστερον; Πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος. τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι, -τοῦτο οὐ θαυμάζεις ὁρῶν; οὐδ' ἐξίσταταί σου ἡ διάνοια; -ἵνα γῆ καὶ θάλασσα δεθῶσι ταῖς χρείαις καὶ ταῖς ἐπιμιξίαις, καὶ εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν; τίνες δὲ πηγῶν αἱ πρῶται πηγαί, ζήτησον, ἄνθρωπε, εἴ τί σοι τούτων ἐξιχνεῦσαι ἢ εὑρεῖν δυνατόν. καὶ τίς ὁ ποταμοῖς σχίσας καὶ πεδία καὶ ὄρη, καὶ δοὺς τὸν δρόμον ἀκώλυτον; καὶ πῶς ἐκ τῶν ἐναντίων τὸ θαῦμα, μήτε θαλάσσης ἐπεξιούσης, μήτε ποταμῶν ἱσταμένων; τίς δὲ ἡ τῶν ὑδάτων τροφή, καὶ τί τὸ ταύτης διάφορον, τῶν μὲν ἄνωθεν ἀρδο μένων, τῶν δὲ ταῖς ῥίζαις ποτιζομένων, ἵνα τι καὶ αὐτὸς κατα τρυφήσω τοῦ λόγου, θεοῦ τὴν τρυφὴν ἐξηγούμενος;

28 Ἄγε δὴ γῆν ἀφεὶς καὶ τὰ περὶ γῆν, πρὸς τὸν ἀέρα κουφίσθητι τοῖς τῆς διανοίας πτεροῖς, ἵνα σοι καθ' ὁδὸν ὁ λόγος προίῃ· κἀκεῖθεν ἀνάξω σε πρὸς τὰ οὐράνια, καὶ τὸν οὐρανὸν αὐτόν, καὶ τὰ ὑπὲρ οὐρανόν. καὶ τοῖς ἑξῆς ὀκνεῖ μὲν προσβῆναι ὁ λόγος, προσβήσεται δὲ ὅμως ὁπόσον ἔξεστι. τίς ὁ χέας ἀέρα, τὸν πολὺν τοῦτον πλοῦτον καὶ ἄφθονον, οὐκ ἀξίαις, οὐ τύχαις μετρούμενον, οὐχ ὅροις κρατού μενον, οὐχ ἡλικίαις μεριζόμενον, ἀλλὰ κατὰ τὴν τοῦ μάννα δια νομὴν αὐταρκείᾳ περιλαμβανόμενον καὶ ἰσομοιρίᾳ τιμώμενον· τὸ τῆς πτηνῆς φύσεως ὄχημα, τὴν ἀνέμων ἕδραν, τὴν ὡρῶν εὐκαιρίαν, τὴν ζώων ψύχωσιν, μᾶλλον δὲ τῆς ψυχῆς πρὸς τὸ σῶμα συντήρησιν, ἐν ᾧ σώματα, καὶ μεθ' οὗ λόγος, ἐν ᾧ φῶς καὶ τὸ φωτιζόμενον, καὶ ἡ ὄψις ἡ δι' αὐτοῦ ῥέουσα; σκόπει δέ μοι καὶ τὰ ἑξῆς· οὐ γὰρ συγχωροῦμαι τῷ ἀέρι δοῦναι τὴν ἅπασαν· δυναστείαν τῶν τοῦ ἀέρος εἶναι νομιζομένων. τίνα μὲν ἀνέμων ταμιεῖα; τίνες δὲ θησαυροὶ χιόνος; τίς δὲ ὁ τετοκὼς βώλους δρόσου, κατὰ τὸ γεγραμμένον; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται κρύσταλλος; τίς ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις, καὶ τὸ μὲν ἱστὰς ἐπὶ τῶν νεφελῶν-ὢ τοῦ θαύματος- λόγῳ κρατουμένην φύσιν τὴν ῥέουσαν, τὸ δὲ ἐκχέων ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ σπείρων καιρίως καὶ ὁμοτίμως, καὶ οὔτε ἀφιεὶς ἅπασαν τὴν ὑγρὰν οὐσίαν ἐλευθέραν καὶ ἄσχετον, - ἀρκεῖ γὰρ ἡ ἐπὶ Νῶε κάθαρσις, καὶ τῆς ἑαυτοῦ διαθήκης οὐκ ἐπιλήσμων ὁ ἀψευδέστατος, -οὔτε ἀνέχων παντάπασιν, ἵνα μὴ πάλιν Ἠλίου τινὸς δεηθῶμεν, τὴν ξηρότητα λύοντος; Ἐὰν κλείσῃ, φησί, τὸν οὐρανόν, τίς ἀνοίξει; ἐὰν δὲ ἀνοίξῃ τοὺς καταράκτας, τίς συνέξει; τίς οἴσει τὴν ἐπ' ἀμφότερα τοῦ ὑετίζοντος ἀμετρίαν, ἐὰν μὴ τοῖς ἑαυτοῦ μέτροις καὶ σταθμοῖς διεξαγάγῃ τὰ σύμπαντα; τί μοι φιλοσοφήσεις περὶ ἀστραπῶν καὶ βροντῶν, ὦ βροντῶν ἀπὸ γῆς σὺ καὶ οὐδὲ μικροῖς σπινθῆρσι τῆς ἀληθείας λαμπόμενε; τίνας ἀτμοὺς ἀπὸ γῆς αἰτιάσῃ νέφους δημιουργούς, ἢ ἀέρος πύκνωσίν τινα, ἢ νεφῶν τῶν μανωτάτων θλίψιν ἢ σύρρηξιν, ἵνα ἡ μὲν θλίψις σοι τὴν ἀστραπήν, ἡ δὲ ῥῆξις τὴν βροντὴν ἀπεργάσηται; ποῖον δὲ πνεῦμα στενοχωρούμενον, εἶτα οὐκ ἔχον διέξοδον, ἵνα ἀστράψῃ θλιβόμενον, καὶ βροντήσῃ ῥηγνύμενον; εἰ τὸν ἀέρα διῆλθες τῷ λογισμῷ, καὶ ὅσα περὶ ἀέρα, ψαῦσον ἤδη σὺν