1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη; τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων. 8.47 Ἔνθα ποτ' εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν· «Ἔρχεο.» ἡ δ' ἐλύθη σώματος ἀσπασίως, χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν, τῇ δ' ἔτι λισσομένη· «Ἵλαθι, Χριστὲ ἄναξ.» 8.48 Ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα, πάντ' ἐκένωσα φέρουσα· τὸ δ' ἔσχατον, ἔνθεν ἀέρθην νηῷ γηραλέον Νόννα λιποῦσα δέμας. 8.49 Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ μητέρ' ἐμὴν πρώτην· οἶδε τράπεζα τόδε, ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη εἰσέτι λισσομένη σώματι Νόννα φίλη. 8.50 Οὐ νόσος οὐδέ σε γῆρας ὁμοίιον, οὔ σέ γ' ἀνίη, καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν· ἀλλ' ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης εὐχομένη Χριστῷ, Νόνν', ἀπέδωκας ὄπα. 8.51 ∆ῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην. μῆτερ ἐμή, σὺ δ' ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον. 8.52 Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἡ ποθέουσα τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι, Νόννα Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων. Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ. τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς, εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη. 8.53 Ἡ Τριάς, ἣν ποθέεσκες, ὁμὸν σέλας ἕν τε σέβασμα ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα, εὐχομένην· ζωῆς δὲ τέλος καθαρώτερον εὗρες. οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνὰ οὐδ' ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς, μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν. 8.54 Ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα, ἔνθα ποτ' εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε· καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δ' ἐνθάδε κάλλιπε νηῷ. 8.55 Νηὸς ὅδ'-οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι- ψυχῆς οἰχομένης μοῦνον ἐπέσχε δέμας, ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ, σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη. 8.56 Ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι, εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστίν· τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος. 8.57 Ὢ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων· ὢ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι, ποῦ ποτ' ἔην; νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον. 8.58 Νόννα Φιλτατίου. -«Καὶ ποῦ θάνε;» -Τῷδ' ἐνὶ νηῷ. - «Καὶ πῶς;» -Εὐχομένη. - «Πηνίκα;» -Γηραλέη. - «Ὢ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.» 8.59 Ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν· Νόνναν δ' εὐχομένην Πνεῦμ' ὑπέδεκτο μέγα. 8.60 Ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον, ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ. 8.61 Τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον. 8.62 Εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα μάρτυς, ἀφ' ἧς ἤρθη ἄπνοος ἐξαπίνης. 8.63 Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν ἔχριμψ' οὐρανίαις, πρὶν βιότοιο λυθῇ. 8.64 ∆ακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως ὡς Νόνν' εὐχομένη κάτθανεν, οὐ δακρύω. 8.65 Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη. 8.66 Ἔνθα ποτ' εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή νῦν δ' ἄρ' ἐν εὐσεβέων λίσσεται ἱσταμένη. 8.67 Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα, Νόννα, παρ' ᾗ λύθης εὐχομένη πύματα. Μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον· ἀλλ' ἄρα καὶ τὸ Νόνν' ἀπέδωκε Θεῷ ἔνθα ποτ' εὐχομένη. 8.68 Πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες, πρέσβειραν μεγάλην πέμψατ' ἀειρομένην. 8.69 Ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ Νόνναν ἐπειγομένην οὐρανίοις πελάσαι. 8.70 Νόνν' ἀπανισταμένη νηοῦ μεγάλου τόδ' ἔειπε· «Τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.» 8.71 Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται· Νόννα ποτ' εὐχομένη τῇδ' ἐλύθη βιότου. 8.72 Ἔνθα ποτ' εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης· ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας. 8.73 Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόνν' ἀπανέστη· νηῷ Νόνν' ἐλύθη· χαίρετε, εὐσεβέες. 8.74 Ἥδε