1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

μακροτέρης. 8.91 Πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων καὶ λογικῆς τέχνης τὰ παλαίσματα γραμματικήν τε ἠδ' ἰητορίην ῥητορικῆς τε μένος Καισάριος πτερόεντι νόῳ μοῦνος καταμάρψας, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις ἐστ' ὀλίγη. 8.92 Πάντα κασιγνήτοισιν ἑοῖς λίπες, ἀντὶ δὲ πάντων τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε· ἡ δὲ γεωμετρίη τε καὶ ἀστέρες, ὧν θέσιν ἔγνως, ἥ τ' ἰητορίη οὐδὲν ἄκος θανάτου. 8.93 Κάλλιμον ἐκ πατρίης σέ, μεγακλέα τηλόθ' ἐόντα, ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης πέμψαντες βασιλῆι, τὸν ἔξοχον ἰητήρων, φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθ' αὖ σε πέδου. 8.94 Σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν, ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ· νούσῳ δ' ἀργαλέῃ ζωὴν λίπες. ὢ νεότητος σώφρονος, ὢ σοφίης, κάλλιμε Καισάριε. 8.95 Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον τύμβος ὅδ' εὐγενέτην Καισάριον κατέχω ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις, ἀστεροπὴν γαίης πείρασι λαμπομένην. 8.96 Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος αὐλαί, Καππαδόκαι δ' ἤμυσαν ἐξαπίνης· καὶ καλὸν εἴ τι λέλειπτο μετ' ἀνθρώποισιν, ὄλωλεν, οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος. 8.97 Εἴ τινα δένδρον ἔθηκε γόος καὶ εἴ τινα πέτρην, εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη, πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε, πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι· Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, αἰαῖ τῶν ἀχέων, ἤλυθεν εἰς Ἀίδην. 8.98 Χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν. Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης; οὔτις ἐπιχθονίων· ἀλλ' ἔπτατο ἐκ βιότοιο ὡς ῥόδον ἐξ ἀκανθῶν, ὡς δρόσος ἐκ πετάλων. 8.99 Γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε, Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου, Γρηγορίου Νόννης τε μεγακλέος εὐσεβίῃ τε καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους. 8.100 Κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην· Καισάριον δὲ νέον Φθόνος ἥρπασεν· οὔποτε τοῖα πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις. 8.101 Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης. 8.102 Οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα· πάντα δ' ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι. 8.103 Κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ' ἀναθεῖσα Γοργόνιον Χριστῷ μοῦνον ἀφῆκε πόσιν· οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον, ἀλλ' ἄρα καὶ τὸν ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον. ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς λύματ' ἀπωσάμενοι ζῆτε παλιγγενέες. 8.104 Εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις, εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων δαπτόμενόν τ' ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ καὶ πυρόεις ποταμὸς καὶ ζόφος ἀθάνατος ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι, ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι. 8.105 Οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι τέρπῃ πυροφόροις τετραπόδων τ' ἀγέλαις· καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος εὐγενέες τε λᾶες καὶ Σηρῶν νήματα λεπταλέα, πάντα βίος ζωοῖσι· λίθοι δ' ὀλίγοι τε φίλοι τε τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις, οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει ἄλλος σοῖσι νόμοις χερσὶ δικαιοτέραις. 8.106 Ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων, πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις· πᾶσα δὲ Σικανίη τε καὶ εὐρέα πείρατα γαίης κείρατ' ἀπ' ἀνθρώπων οἰχομένης Θέμιδος. ἡμεῖς δ' ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας. 8.107 Οἱ Χριστὸν φορέοντες ἀκούσατε οἵ τε θέμιστας εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην· πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμ' ὀλίγη Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλ' ἐπὶ τύμβῳ βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας. 8.108 Μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα, τύμβος ὅδ' εὐγενέτην Μαρτινιανὸν ἔχω, ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν· ἀλλ' ἀποτῆλε τάφου πρίν τι κακὸν παθέειν. 8.109 Μὴ πόλεμον φθιμένοισιν· ἅλις ζώοντες,