1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

πατρώιος· ἀλλὰ καὶ ἔμπης πᾶσιν Καππαδόκεσσι μέγ' οὔνομα σεῖο λέλειπται καὶ στῆλαι παγίων μέγ' ἀμείνονες, αἷς ἐνιγράφθης, Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες. 8.148 Ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε, σὸν τέκος ἀτρεκέως πνεύματι Καρτέριον· αὐτὰρ ἐγών, εἰ καί με τάφος σὺν πατρὶ καλύπτοι, οὔποτ' ἀφ' ὑμετέρης στήσομ' ὁμοζυγίης. 8.149 Ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας. 8.150 Εὐσέβιον, Βασίλισσα μεγακλέες ἐνθάδε κεῖνται, Ξώλων ἠγαθέων θρέμματα χριστοφόρων, καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων. 8.151 Αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν οὐδ' ἐπὶ γαίης ἤρειδες χθαμαλῆς ἴχνιον οὐδ' ὀλίγον· τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε. 8.152 Τὸν νεαρόν, Χριστῷ δὲ μέγαν πολιόν τε νόημα χῶρος ὅδ' ἀθλοφόρων Ἑλλάδιον κατέχω· οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον. 8.153 Μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ, πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις, Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα δεσμῶν ἐξελύθης, τοῦτο γέρας καμάτων. 8.154 Καὶ σύ, Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι, ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας· σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα, ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον. 8.155 Χώρης τῆσδ' ἱερῆς Εὐπράξιον ἀρχιερῆα ἥδ' Ἀριανζαίη χθὼν μεγάλη κατέχω, Γρηγορίοιο φίλον καὶ ἥλικα καὶ συνοδίτην· τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν. 8.156 Ἰχθυβόλον ποτ' ἔλυε λίνον βυθίης ἀπὸ πέτρης Ναυκράτιος δίναις ἐν ποταμοῦ βρυχίαις· καὶ τὸ μὲν οὐκ ἀνέλυσεν, ὁ δ' ἔσχετο. πῶς ἁλιῆα εἴρυσεν ἀνθ' ἁλίης δίκτυον; εἰπέ, Λόγε, Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω, καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων. 8.157 Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο, δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος, ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο, ἔνθεν ἀνηέρθη πῶλος ὅδ' ἄκρα θέων. 8.158 Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθεὶς δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη. 8.159 Αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας, Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταρποῖς ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον τὴν σταθερὴν Χριστῷ τήξας δέμας ἄλγεσι πολλοῖς· καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην. 8.160 Πάλλετ' ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα οὔνομα, ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου, ἄμβροτον, αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε, ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει. 8.161 Ἐμμέλιον τέθνηκε. τίς ἔφρασεν; ἥ γε τοσούτων καὶ τοίων τεκέων δῶκε φάος βιότῳ, υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε, εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων. τρεῖς μὲν τῆσδ' ἱερῆες ἀγακλέες, ἡ δ' ἱερῆος σύζυγος, οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων. 8.162 Θάμβος ἔχεν μ' ὁρόωντα τόσον γόνον Ἐμμελίοιο καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον· ὡς δ' αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα, Ἐμμέλιον, τόδ' ἔφην· «Οὐ μέγα· ῥίζα τόση. τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη, τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.» 8.163 Παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἴ τιν' ἀκούεις Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης· ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα, νῦν δ' ἐνὶ πάντων γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει. 8.164 Καὶ σύ, Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο, Γρηγορίου μεγάλου σύζυγε, ἀτρεκέως ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἕρμα γυναικῶν εὐσεβέων· βιότου δ' ὥριος ἐξελύθης. 8.165 Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδ' ἔθηκε Γρηγόριος καθαροῖς Μάρτυσι παρθέμενος, ἠίθεον θαλέθοντα νεόχνοον· αἱ δὲ πάροιθεν τῆς γηροτροφίης ἐλπίδες οὐδὲ κόνις. 8.166 Εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω θρύψις ἀεθλοφόροις· ταῦτα γὰρ ἀντίθετα. εἰ δ' οὐκ ὀρχησταῖς ἀθλήματα οὐδὲ ἀθληταῖς ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος, ὃς πληροῖ θυλάκους, κἂν ἀδικώτατος ᾖ; 8.167 Μάρτυρες,