1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

9

21.Τ ΣΩΦΡΟΝΙΩΙ 21.1 Ὁ χρυσὸς ἄλλοτε μὲν ἄλλως μεταποιεῖται καὶ

σχηματίζεται, εἰς πολλοὺς κόσμους τυπούμενος καὶ πρὸς πολλὰ ὑπὸ τῆς τέχνης ἀγόμενος· μένει δ' ὅπερ ἐστί, χρυσός, καὶ οὐχ ἡ ὕλη μεταβολήν, ἀλλὰ τὸ σχῆμα λαμ βάνει. 21.2 Οὕτω καὶ τὴν σὴν καλοκἀγαθίαν ἡγούμενοι τὴν αὐτὴν μένειν τοῖς φίλοις, κἂν ἀεὶ προΐῃς ἐπὶ τὰ ἔμπροσθεν, ταύτην ἐθαρρήσαμεν τὴν πρεσβείαν προσα γαγεῖν, οὐ μᾶλλον τὴν ἀξίαν εὐλαβηθέντες ἢ τῷ τρόπῳ πιστεύσαντες. 21.3 Τῷ αἰδεσιμωτάτῳ υἱῷ ἡμῶν Νικοβούλῳ τὰ πάντα ἔχοντι πρὸς ἡμᾶς ἐπιτηδείως καὶ διὰ συγγένειαν καὶ διὰ τὴν οἰκειότητα καί, τὸ τούτων μεῖζον, διὰ τὸν τρόπον, γενοῦ δεξιός. 21.4 Ἐν τίσι, καὶ πόσον; Ἐν οἷς αὐτὸς σοῦ δεηθήσεται, καὶ ὅσον τῇ σῇ μεγαλονοίᾳ πρέπειν ὑπολαμβάνεις. 21.5 Ἀντιδώσομεν δὲ καὶ ἡμεῖς ὧν ἔχομεν τὸ κάλλιστον. Ἔχομεν δὲ τοὺς λόγους καὶ τὸ κήρυκες εἶναι τῆς σῆς ἀρετῆς, εἰ καὶ μὴ τῆς ἀξίας ἐγγύς, ἀλλά γε κατὰ τὴν ἡμετέραν δύναμιν. 22.Τ ΤΩΙ ΑΥΤΩΙ 22.1 Ἔδει, καθάπερ τὸν χρυσὸν καὶ τοὺς λίθους τῇ ὄψει γνωρίζομεν, οὕτω καὶ τοὺς καλοὺς καὶ μὴ τῶν ἀνδρῶν αὐτόθεν διαγινώσκεσθαι, καὶ μὴ μακροτέρας δεῖσθαι δοκιμασίας. 22.2 Οὐ γὰρ ἂν πολλῶν ἐδέησεν ἡμῖν λόγων ὑπὲρ τοῦ τιμιωτάτου υἱοῦ Ἀμφιλοχίου πρεσβεύουσι πρὸς τὴν σὴν μεγαλόνοιαν. 22.3 Θᾶττον ἂν ἤλπισα ἕν τι τῶν ἀπίστων καὶ παραδόξων, ἢ τοῦτον ἀγεννές τι πράξειν ἐπὶ χρήμασιν, ἢ διανοήσεσθαι· τοσοῦτον αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐπὶ καλοκἀγαθίᾳ καὶ τὸ πρεσ βυτέραν τῆς ἡλικίας ἔχειν φρόνησιν. 22.4 Ἀλλὰ τί χρὴ παθεῖν; Οὐδὲν διαφεύγει τὸν φθόνον, ὁπότε καὶ τούτου τις μῶμος ἥψατο, ἀνδρὸς δι' ἀπλότητα μᾶλλον ἢ τρόπου κακίαν περιπέσοντος ἐγκλήμασιν. 22.5 Ἀλλά σοι μὴ ἀνεκτὸν φανήτω περιϊδεῖν αὐτὸν ταῖς συκοφαντίαις παρασυρόμενον. Μή, δέομαί σου τῆς ἱερᾶς καὶ μεγάλης ψυχῆς, -ἀλλὰ καὶ τὴν πατρίδα τίμησον, καὶ τῇ ἀρετῇ βοήθησον, καὶ ἡμᾶς αἰδέσθητι τοὺς παρὰ σοῦ καὶ διὰ σοῦ δοξασθέντας, καὶ ἀντὶ πάντων γενοῦ τῷ ἀνδρί, τῷ δύνασθαι τὸ θέλειν προσθείς, ἐπειδὴ πάντα τῆς σῆς ἀρετῆς οἶδα ἡττώμενα. 23.Τ ΚΑΙΣΑΡΙΩΙ 23.1 Εἰ μεγάλα ἐστὶν ἃ αἰτοῦμεν, μηδὲν θαυμάσῃς, ἐπεὶ καὶ παρὰ μεγάλου, καὶ συμμετρεῖσθαι δεῖ τῷ αἰτου μένῳ τὴν αἴτησιν. 23.2 Ὁμοίως γὰρ ἄτοπον παρὰ μικροῦ μεγάλα ζητεῖν, καὶ παρὰ μεγάλου μικρά· τὸ μὲν γὰρ ἄκαιρον, τὸ δὲ μικρόλογον. 23.3 Αὐτός σοι προσάγω διὰ τῆς ἐμαυτοῦ χειρὸς τὸν τιμιώτατον υἱὸν ἡμῶν Ἀμφιλόχιον, ἄνδρα τοσοῦτον ἐπὶ καλοκἀγαθίᾳ γνώριμον καὶ παρὰ τὸ εἰκὸς τῆς ἡλικίας, ὥστ' αὐτὸς ἂν ἠγάπησα ὁ γέρων καὶ ἱερεὺς καὶ ὑμέτερος φίλος οὕτως ὑπολαμβάνεσθαι. 23.4 Εἰ δὲ φιλίας ἀνδρὸς ἡττηθεὶς τὴν διαβολὴν οὐχ ὑπεί δετο, τί θαύμαστον; Τῷ γὰρ μὴ πονηρὸς εἶναι οὐδ' ὑπείδετο τὴν πονηρίαν, λόγου μᾶλλον διόρθωσιν ἢ τρόπου προσήκειν αὐτῷ νομίσας. 23.5 Οὕτω συμπονεῖν ἐδέξατο. Τί τοῦτο δεινὸν τοῖς εὐγνώμοσι; Μὴ τοίνυν ἀνάσχῃ πλέον ἔχειν ἀρετῆς κακίαν, μηδὲ τὴν ἡμετέραν πολιὰν ἀτιμάσῃς· ἀλλὰ καὶ τὴν μαρτυρίαν αἰδέσθητι καὶ τὸ φιλάνθρωπον ὑπόθες ταῖς παρ' ἡμῶν εὐλογίαις, ὧν ἴσως τις παρὰ Θεῷ λόγος, ᾧ παρεστήκαμεν. 24.Τ ΘΕΜΙΣΤΙΩΙ 24.1 Λόγοι τὸ κινδυνευόμενον· καὶ σὸς ὁ καιρός, εἴπερ βασιλεὺς σὺ τῶν λόγων. Καὶ πρός γε, σοὶ φίλος πατρόθεν ὁ ἐμὸς Ἀμφιλόχιος· προσθήσω δ' ὅτι καὶ τοιοῦτος, οἷος μήτε γένος πατέρων αἰσχύνειν, μήτε τὴν ἡμετέραν φιλίαν, εἰ μὴ φαῦλος ἐγὼ τῶν τοιούτων κριτής. 24.2 Καὶ τὸ μέγιστον, ἀνδρὶ μάλιστα κατὰ σὲ φιλοσόφῳ, ὅτι μηδὲν ἀδικῶν ἔχει πράγματα. Ὃ τῷ μέν ἐστι κουφότατον, ἡμῖν δ' αὖ βαρύτατον, εἰ περιορῶντες φαινοίμεθα. 24.3 Ἐγὼ μὲν οὖν ὃ μόνον δύναμαι, τοῦτο ποιῶ· δύναμαι δὲ πρεσ βεύειν πρὸς τοὺς εὖ ποιεῖν δυναμένους· οὐ γὰρ ἄλλο γ' οὐδὲν ἐμοὶ δυνατὸν οὕτως ἔχοντι ὥσπερ νῦν ἔχω. 24.4 Σὺ δὲ τὸν τοῦ σοῦ Πλάτωνος βεβαίωσον λόγον, μὴ πρότερον παύσασθαι κακῶν τὰς πόλεις εἰπόντος, πρὶν ἂν συνέλθῃ φιλοσοφίᾳ τὸ δύνασθαι. 24.5 Ἱκανὸς γὰρ εἶ