1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

12

πάσχειν τὰ ἑαυτοῦ, πάντως ἢ νῦν ἢ ὕστερον λυθησόμε νον νόμῳ φύσεως (οἰχήσεται γὰρ ἢ νόσῳ κάμνον ἢ χρόνῳ)· αὐτὴν δ' ὑψοῦ τὴν ψυχὴν ἔχειν καὶ μετὰ Θεοῦ τετάχθαι τοῖς λογισμοῖς κἀκεῖνο εἰδέναι, ὅτι τῶν ἀτόπων ἐστὶν ἡμᾶς ἔξω μὲν κινδύνων φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι καὶ διαψεύδεσθαι τὴν ὑπόσχεσιν. 32.4 Πάντ' ἐπῆλθες δηλαδὴ τῇ διανοίᾳ, ὅσ' ἡμέτερα, ὅσ' ἀλλότρια, ὡς ἀνὴρ πεπαιδευμένος ἐν ἀμφοτέροις καὶ παιδευτὴς ἄλλων, καὶ ἐκ πάντων σεαυτῷ συνελέξω τὸ τῆς ἀνθρωπίας φάρμακον. 32.5 Ἵνα δέ σοι κἀγὼ συμφιλοσοφήσω μικρόν, εἰ τοῦτο κελεύεις, οὐκ ἐπαινῶ τοῦ Ἀριστοτέλους τὸ μικρολόγον, ὃς τὴν εὐδαιμονίαν ἡμῖν ὁριζόμενος, μεχρὶ μέν τινος προῆλθεν ὀρθῶς, ψυχῆς ἐνέργειαν κατ' ἀρετὴν εἶναι ταύτην ἀποφηνάμενος καὶ προσθεὶς ἐν βίῳ τελείῳ-καὶ τοῦτο μάλα σοφῶς-διὰ τὸ τρεπτὸν ἡμῶν καὶ εὐμετάπτωτον τῆς φύσεως· 32.6 ἐκεῖνο δ' οὐκ ἔτι μεγαλοπρεπῶς, ἀλλὰ καὶ λίαν ταπεινῶς, ὅτι καὶ τὴν ἔξωθεν εὐετηρίαν προστίθησιν, ὡς, εἰ τύχοι πένης τις ὤν, ἢ νοσώδης, ἢ δυσγενής, ἢ φυγόπατρις, παρὰ τοῦτο αὐτῷ τῆς εὐδαιμονίας κωλυο μένης. 32.7 Ἐπαινῶ δὲ τῶν ἀπὸ τῆς Στοᾶς τὸ νεανικόν τε καὶ μεγαλόνουν, οἳ μηδὲν κωλύειν φασὶ πρὸς εὐδαιμονίαν τὰ ἔξωθεν, ἀλλ' εἶναι τὸν σπουδαῖον μακάριον, κἂν ὁ Φαλάριδος ταῦρος ἔχῃ καιόμενον. 32.8 Καὶ διὰ τοῦτο θαυμάζω μὲν τοὺς παρ' ἡμῖν ὑπὲρ τοῦ καλοῦ κινδυνεύσαντας ἢ συμφορὰν διενεγκόντας νεανικῶς· θαυμάζω δὲ καὶ τῶν ἔξωθεν τοὺς τούτοις παραπλησίους, οἷον τὸν Ἀνάξαρχον ἐκεῖνον, τὸν Ἐπίκτητον, τὸν Σωκράτην, ἵνα μὴ λέγω πολλούς. 32.9 Ὧν ὁ μὲν ἐν ὅλμῳ κοπτομένων αὐτοῦ τῶν χειρῶν, οὕτω τοῦ τυράννου κελεύοντος, πτίσσειν τὸν Ἀναξάρχου θύλακον διεκελεύετο τοῖς βασανισταῖς. Τί τοῦτο λέγων; τὸ μοχθηρὸν ἡμῶν σαρκίον, ὡς Ἀναξάρχου γ' οὐ πτισ σομένου, τῆς φιλοσόφου ψυχῆς· ὅπερ ἡμῖν ὁ ἐκτὸς καὶ ὁ ἐντὸς ἄνθρωπος ὀνομάζεται. 32.10 Ὁ δὲ τὸ σκέλος κατατεινόμενος καὶ στρεβλούμενος ἐφιλοσόφει ὥσπερ ἐν ἀλλοτρίῳ τῷ σώματι, καὶ θᾶττον κατεαγῆναι τὸ σκέλος ἢ ἐπαισθάνεσθαι τῆς βίας ἔδοξε. 32.11 Σωκράτης δὲ τὸν θάνατον ὑπ' Ἀθηναίων κατακριθεὶς καὶ οἰκῶν, ὡς οἶσθα, τὸ δεσμωτήριον, τέως μὲν ὡς ὑπὲρ ἄλλου δεσμωτηρίου τοῦ σώματος διελέγετο τοῖς μαθηταῖς καὶ φυγεῖν ἐξὸν ἀπηξίωσεν· ἐπειδὴ δὲ προσηνέχθη τὸ κώνειον, δέχεται μαλ' ἡδέως, ὥσπερ οὐκ ἐπὶ θανάτῳ δεχόμενος, ἀλλὰ φιλοτησίας προπινόμενος. 32.12 Προσέθηκα δ' ἂν τούτοις καὶ Ἰὼβ τὸν ἡμέτερον, εἰ μή σ' ᾔδειν πόρρω τῶν ἐκείνου παθῶν καὶ ὄντα σὺν Θεῷ καὶ ἐσόμενος. 32.13 Ταῦτά μοι δοκεῖς κατεπᾴδειν σεαυτοῦ, ὦ θεία καὶ ἱερὰ κεφαλή, καὶ οὕτω σεαυτὸν ἰατρεύων, αὐτός τ' ἂν ῥᾴων γενέσθαι καὶ ἡμᾶς εὐφρανεῖν τοὺς σοὺς ἐπαινέτας καὶ ἐραστάς, 32.14 οὐδὲν ὑπὸ τῆς νόσου καμπτόμενος, οὐδ', ὅ φησιν ὁ θεῖος ∆αυΐδ, ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρτωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας αὐτῶν ἐγκοπτόμενος, ἀλλὰ καὶ καθαιρόμενος, εἰ θέμις ἐπὶ σοῦ τοῦτο εἰπεῖν, καὶ ὕλην ἀρετῆς ποιούμενος τὴν ἀσθένειαν. 33.Τ ΤΩΙ ΑΥΤΩΙ 33.1 Λαμβάνονταί σού τινες (αἰσθάνομαι γάρ), ὡς φιλοκαλοῦντος τὸ μόνον σου κτῆμα καὶ φιλεργοῦντος ἐν τοιαύτῃ καταστάσει τοῦ σώματος. Καὶ θαυμαστὸν οὐδέν· ἐπειδὴ καὶ ῥᾷον ἐν τοῖς ἀλλοτρίοις ἢ τοῖς οἱκείοις φιλοσοφεῖν. 33.2 Ἐγὼ δ' εἰ μὲν ἑώρων σε πέρα τοῦ μέτρου τοῦτο ποιοῦντα, ἢ πλεονεκτικῶς ἢ βιαίως τῇ φιλοσοφίᾳ προσκείμενον, κἂν ἐμεμψάμην (εἰρήσεται γὰρ τἀληθές), μηδὲν τὴν φιλίαν ἢ τὴν παίδευσιν αἰδεσθείς. 33.3 Εἰ δὲ φιλεργεῖς μέν, οὐκ ἔξω δὲ τοῦ μέτρου, χρῇ δ' εἰς δέον οἷς φιλεργεῖς, πρόσεστι δὲ καὶ τὸ πάθος ἐνασχολοῦν τε ταῖς φροντίσι καὶ πεῖθον ὡς ὑπὲρ τὸ σῶμά σοι τὰ τοῦ σώματος, οὐκ ἔχω πῶς μὴ τοῖς μεμφομένοις μέμψωμαι, σὲ τῆς αἰτίας ἐλευθερῶν. 33.4 Καὶ πρός γε τοῦτ' ἐμαυτὸν πείθω, ὅτι μήτε λογίσασθαι περὶ πραγμάτων σοῦ τις ἀμείνων, ᾧ γε καὶ πρὸς τὰ ἑαυτῶν ἅπαντες χρῶνται διδασκάλῳ καὶ παραινέτῃ ὁμοίως ἰδίᾳ καὶ δημοσίᾳ, μήτε ψυχῆς φροντίσαι φιλοσοφώτερος. 33.5 Εἰ δὲ καὶ τῷ σώματι τὴν ὑγείαν φυλάσσειν ἢ ἐπανάγειν μονῆς