1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

16

καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. Ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ. 43.Τ ΤΟΙΣ ΕΠΙΣΚΟΠΟΙΣ 43.1 Ὡς ἡδεῖς ὑμεῖς καὶ φιλάνθρωποι καὶ περιττοὶ τὴν ἀγάπην· κεκλήκατε ἡμᾶς ἐπὶ τὴν μητρόπολιν, ὡς οἶμαι, περὶ ἐπισκόπου τι βουλευσόμενοι, -τοῦτο γὰρ ὑμῶν αἰσθάνομαι, οἵ γε μήθ' ὅτι παρεῖναι δεῖ, μήτ' ἐφ' ᾧ, μήθ' ὅτε προαγορεύσαντες, ἀθρόως ἡμῖν ὅτι ἐξώρμησθε δεδηλώκατε, 43.2 ὡς ἄν τινες οὐ τιμᾶν ἐγνωκότες ἢ κοινωνοὺς ἔχειν ἐσπουδακότες, ἀλλὰ τὸ παρεῖναι ἀποσ πουδάζοντες, ἵνα μηδ' ἄκουσιν ἡμῖν περιπέσητε. Τὸ μὲν οὖν ὑμέτερον τοιοῦτον, καὶ οἴσομεν ὑβριζόμενοι· τὸ δ' ἡμέτερον, ὅπως ἔχει, παραστήσομεν. 43.3 Ἄλλοι μὲν ἄλλους δηλαδὴ προβαλοῦνται, κατὰ τοὺς ἑαυτῶν ἕκαστος τρόπους ἢ πόρους, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαί νειν. Ἡμεῖς δ' οὐδένα προτιμῆσαι δυνάμεθα, οὐδὲ γὰρ ὅσιον, τοῦ τιμιωτάτου υἱοῦ ἡμῶν Βασιλείου τοῦ πρεσβυ τέρου. 43.4 Τίνα γάρ, ὧν ἴσμεν, εὑρίσκομεν ἢ βίῳ δοκι μώτερον, ἢ λόγῳ δυνατώτερον, καὶ πανταχόθεν εἰς ἀρετῆς κάλλος ἐξησκημένον; Εἰ δὲ ἀσθένεια πρόφασις, -οὐ γὰρ ἀθλητὴν προβαλεῖσθε, ἀλλὰ διδάσκαλον, καὶ ἅμα που τὸ δυνατὸν τοῦ τοὺς ἀσθενεῖς, ἄνπερ ὦσι τοιοῦτοι, ῥώννυντος καὶ ὑπερείδοντος. 43.5 Ἂν ταύτην δέχησθε τὴν ψῆφον, καὶ παρεσόμεθα καὶ συλληψόμεθα ἢ πνευμα τικῶς, ἢ καὶ σωματικῶς. Εἰ δ' ἐπὶ ῥητοῖς ἡ ὁδὸς καὶ κρατεῖν μέλλοιεν αἱ συστάσεις παρὰ τὸ δίκαιον, χαίρομεν παρεωραμένοι. Ὑμέτερον ἔστω τὸ ἔργον, ἡμῶν δ' ὑπερεύ χεσθε. 44.Τ ΕΥΣΕΒΙΩΙ ΣΑΜΟΣΑΤΩΝ 44.1 Πόθεν ἄρξομαι τῶν σῶν ἐγκωμίων; καὶ τί προσειπών σε κυρίως ἂν ὀνομάσαιμι; 20στύλον καὶ ἑδραίωμα20 τῆς Ἐκκλησίας, ἢ 20φωστῆρα ἐν κόσμῳ20, τὰ αὐτὰ τῷ Ἀποστόλῳ φθεγγόμενος, ἢ 20στέφανον καυχήσεως20 τῷ σῳζομένῳ μέρει Χριστιανῶν, ἢ 20Θεοῦ δῶρον20, ἢ πατρίδος ἔρεισμα, ἢ κανόνα πίστεως ἢ πρεσβευτὴν ἀληθείας, ἢ ὁμοῦ πάντα καὶ πλείω τούτων; 44.2 Καὶ τὴν ὑπερβολὴν τῶν ἐπαίνων τοῖς ὁρωμένοις πιστώσομαι. Τίς οὕτως ὑετὸς ὥριμος ἦλθε διψώσῃ γῇ; Ποῖον ἐκ πέτρας ὕδωρ τοῖς ἐν ἐρήμῳ πλημμυροῦν; Τίνα τοιοῦτον 20ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος20; 44.3 Τίσιν Ἰησοῦς, ὁ Κύριος ὁ κοινός, τοῖς ἑαυτοῦ μαθηταῖς οὕτως ἐν καιρῷ βαπτιζομένοις ἐπέστη, ἵνα καὶ τὸ πέλαγος ἡμερώσῃ καὶ τοὺς κινδυνεύον τας περισώσηται, οἷος σὺ κάμνουσιν ἡμῖν καὶ ἀνιωμένοις καὶ οἷον ἤδη ναυαγοῦσιν ἐφάνης; Τί δεῖ τὰ τῶν ἄλλων λέγειν, ὅσης εὐθυμίας καὶ ἡδονῆς ψυχὰς ὀρθοδόξων ἐνέπλησας, καὶ ὅσων ἀπόγνωσιν ἔλυσας; 44.4 Ἀλλ' ἡ μήτηρ ἡμῶν Ἐκκλησία, τὴν Καισαρέων λέγω, νῦν ὄντως 20ἀποδύεται τὰ ἐνδύματα τῆς χηρεύσεως20 ἐπὶ τῇ σῇ θέᾳ καὶ στολὴν εὐφροσύνης ἀναλαμβάνει καὶ λαμπρυνθήσεται μᾶλλον, ἐπειδὰν ποιμένος τύχῃ ἑαυτῆς τε καὶ τῶν προειληφότων καὶ τῶν ὑμετέρων χειρῶν ἀξίου. 44.5 Τὰ γὰρ ἡμέτερα καὶ αὐτὸς ὁρᾷς οἷα καὶ ὅσον ἐθαυμα τούργησεν ὁ σὸς ζῆλος καὶ ἰδρὼς καὶ ἡ κατὰ Θεὸν παρ ρησία· γῆρας ἀνακαινίζεται καὶ ἀρρωστία νικᾶται καὶ πηδῶσιν οἱ ἐπὶ κλίνης καὶ 20ἀσθενοῦντες περιζωννύον ται δύναμιν20. Τούτοις εἰκάζω καὶ τὰ ἡμέτερα κατὰ νοῦν ἐκβήσεσθαι. 44.6 Τὸν μὲν οὖν πατέρα ἔχεις καὶ ἀνθ' ἑαυτοῦ καὶ ἀνθ' ἡμῶν, τέλος παντὶ τῷ βίῳ καὶ τῇ σεμνῇ πολιᾷ καλὸν ἐπιθήσοντα, τὸν νῦν ὑπὲρ τῆς Ἐκκλησίας ἀγῶνα. Καὶ δεξόμεθα τοῦτον, εὖ οἶδα, εὐχαῖς ὑμετέραις ἐρρωμενέστερόν τε καὶ νεανικώτερον, αἷς δεῖ πάντα πιστεύειν θαρροῦντα· εἰ δὲ κἀν τῇ φροντίδι καταλύσειεν, οὐ ζημία τοιαύτης καὶ ἐπὶ τοιούτοις τυχεῖν τελευτῆς. 44.7 Ἐμοὶ δέ, παρακαλῶ, συγγνώμην ἔχετε, εἰ, μικρὸν ταῖς τῶν πονηρῶν γλώσσαις ὑποχωρήσας, μικρὸν ὕστερον ὑμῖν καὶ προσδράμοιμι καὶ περιπτυξαίμην καὶ ὅσα παρεῖται νῦν δι' ἐμαυτοῦ προσθείην τῆς εὐφημίας. 45.Τ ΒΑΣΙΛΕΙΩΙ 45.1 Ἐπειδή σε τεθέντα ἐπὶ τὸν ὑψηλὸν θρόνον ἔγνων καὶ τὸ Πνεῦμα ἐνίκησε, τὸν λύχνον ἐπὶ τῆς λυχνίας δημοσιεῦσαν, οὐδὲ τὸ πρὶν ἀμυδρῶς λάμποντα, ἥσθην μέν, ὁμολογῶ. Τί δ' οὐκ ἔμελλον, τὸ κοινὸν τῆς Ἐκκλησίας ὁρῶν