1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

19

ἐπιστολήν, ἥν, ὅτε κατέσχε Λίμνας, ἡμῶν ἀπαγορευόντων καὶ ἀπειλούντων, ἐπέσταλκε πρὸς ἡμᾶς, ὑβρίζων καὶ ὀνειδίζων καὶ ὥσπερ ἐπινίκιόν τινα καθ' ἡμῶν ᾄδων ὡς ἡττημένων. 50.8 Καίτοι τίνα ἔχει λόγον, ἐκείνῳ μὲν προσκρούειν δι' ὑμᾶς, ὑμῖν δ' ἀπαρέσ κειν, ὡς ἐκείνῳ χαριζομένους; Ταῦτα δὲ ἔδει πρότερον μαθεῖν, ὦ θαυμάσιε, καὶ μὴ τότε ὑβρίζειν, εἰ μή τι ἄλλο, ὡς πρεσβυτέρους. 50.9 Εἰ δὲ λίαν ἐπιδεικτικῶς ἔχεις καὶ φιλοτίμως, καὶ ἐξ ὑπερδεξίων ἡμῖν διαλέγῃ, ὡς μητροπο λίτης μικροπολίταις, ἢ καὶ ἀπόλισιν, ἔστι καὶ ἡμῖν ὀφρὺς ἣν ἀνθέξομεν. Ῥᾷστον γὰρ τοῦτο παντί, καὶ ἴσως εὐλογώτερον.

51.Τ ΝΙΚΟΒΟΥΛΩΙ 51.1 Τῶν γραφόντων ἐπιστολὰς (ἐπειδὴ καὶ τοῦτο αἰτεῖς),

οἱ μὲν μακρότερα γράφουσιν ἤπερ εἰκός, οἱ δὲ καὶ λίαν ἐνδεέστερα· καὶ ἀμφότεροι τοῦ μετρίου διαμαρ τάνουσιν, ὥσπερ τῶν σκοπῶν οἱ τοξεύοντες, ἄν τε εἴσω πέμπωσιν, ἄν τε ὑπερπέμπωσι· τὸ γὰρ ἀποτυγχάνειν ἴσον, κἂν ἀπὸ τῶν ἐναντίων γίνηται. 51.2 Ἔστι δὲ μέτρον τῶν ἐπιστολῶν, ἡ χρεία· καὶ οὔτε μακρότερα γραπτέον, οὗ μὴ πολλὰ τὰ πράγματα, οὔτε μικρολογητέον, ἔνθα πολλά. 51.3 Τί γάρ; Ἦ τῇ περσικῇ σχοίνῳ μετρεῖσθαι δεῖ τὴν σοφίαν, ἢ παιδικοῖς πήχεσι, καὶ οὕτως ἀτελῆ γράφειν ὡς μηδὲ γράφειν, ἀλλὰ μιμεῖσθαι τῶν σκιῶν τὰς μεσημβρινὰς ἢ τῶν γραμμῶν τὰς κατὰ πρόσωπον ἀπαν τώσας, ὧν συνιζάνει τὰ μήκη καὶ παραφαίνεται μᾶλλον ἢ φαίνεται τῶν ἄκρων τισὶ γνωριζόμενα, καὶ ἔστιν, ὡς ἂν εἴποιμι καιρίως, εἰκασμάτων εἰκάσματα; ∆έον, ἀμφοτέρων φεύγοντα τὴν ἀμετρίαν, τοῦ μετρίου κατατυγχάνειν. 51.4 Περὶ μὲν δὴ τῆς συντομίας ταῦτα γινώσκω· περὶ δὲ σαφηνείας ἐκεῖνο γνώριμον, ὅτι χρὴ φεύγοντα τὸ λογοειδές, ὅσον ἐνδέχεται, μᾶλλον εἰς τὸ λαλικὸν ἀποκλίνειν· καί, ἵν' εἴπω συντόμως, αὕτη τῶν ἐπιστολῶν ἀρίστη καὶ κάλλιστα ἔχουσα, ἣ ἂν καὶ τὸν ἰδιώτην πείθῃ καὶ τὸν πεπαιδευμένον, τὸν μέν, ὡς κατὰ τοὺς πολλοὺς οὖσα, τὸν δέ, ὡς ὑπὲρ τοὺς πολλούς, καὶ ᾖ αὐτόθεν γνώριμος· ὁμοίως γὰρ ἄκαιρον καὶ γρῖφον νοεῖσθαι καὶ ἐπιστολὴν ἑρμηνεύεσθαι. 51.5 Τρίτον ἐστὶ τῶν ἐπιστολῶν, ἡ χάρις. Ταύτην δὲ φυλάξομεν, εἰ μήτε παντάπασι ξηρὰ καὶ ἀχάριστα γράφοιμεν καὶ ἀκαλλώπιστα, ἀκόσμητα καὶ ἀκόρητα, ὃ δὴ λέγεται, οἷον δὴ γνωμῶν καὶ παροιμιῶν καὶ ἀποφθεγμάτων ἐκτός, ἔτι δὲ σκωμμάτων καὶ αἰνιγμάτων, οἷς ὁ λόγος καταγλυκαίνεται· μήτε λίαν τούτοις φαι νοίμεθα καταχρώμενοι· τὸ μὲν γὰρ ἀγροῖκον, τὸ δ' ἄπληστον. 51.6 Καὶ τοσαῦτα τούτοις χρηστέον, ὅσα καὶ ταῖς πορφύραις ἐν τοῖς ὑφάσμασι. Τροπὰς δὲ παρα δεξόμεθα μέν, ὀλίγας δέ, καὶ ταύτας οὐκ ἀναισχύντους. Ἀντίθετα δὲ καὶ πάρισα καὶ ἰσόκωλα τοῖς σοφισταῖς ἀπορρίψομεν· εἰ δέ που καὶ παραλάβοιμεν, ὡς καταπαί ζοντες μᾶλλον τοῦτο ποιήσομεν ἢ σπουδάζοντες. 51.7 Πέρας τοῦ λόγου, ὅπερ τῶν κομψῶν τινος ἤκουσα περὶ τοῦ ἀετοῦ λέγοντος, ἡνίκα ἐκρίνοντο περὶ βασιλείας οἱ ὄρνιθες καὶ ἄλλος ἄλλως ἧκον ἑαυτοὺς κοσμήσαντες, ὅτι ἐκείνου κάλλιστον ἦν τὸ μὴ οἴεσθαι καλὸν εἶναι. Τοῦτο κἀν ταῖς ἐπιστολαῖς μάλιστα τηρητέον τὸ ἀκαλλώ πιστον καὶ ὅτι ἐγγυτάτω τοῦ κατὰ φύσιν. 51.8 Τοσαῦτά σοι περὶ ἐπιστολῶν, ὡς δι' ἐπιστολῆς παρ' ἡμῶν· καὶ ταῦτ' ἴσως οὐ πρὸς ἡμῶν, οἷς τὰ μείζω σπουδάζεται· τἄλλα δ' αὐτός τε φιλοπονήσεις, εὐμαθὴς ὤν, καὶ οἱ περὶ ταῦτα κομψοὶ διδάξουσιν. 52.Τ ΤΩΙ ΑΥΤΩΙ 52.1 Ἐν μετοπώρῳ τὰ ἄνθη παρὰ τοῦ λειμῶνος αἰτεῖς καὶ γεγηρακότα ὁπλίζεις τὸν Νέστορα, ἐμέ τι νῦν ἀπαιτῶν δεξιὸν εἰς λόγους, ὃς πάλαι καὶ λόγου παντὸς καὶ βίου τὸ τερπνὸν καταλέλυκα. 52.2 Ὅμως δέ, (οὐ γὰρ Εὐρύσθειόν τινα τοῦτον ἆθλον ἐπιτάττεις ἡμῖν, οὐδὲ Ἡράκλειον, ἀλλὰ καὶ μάλα ἥμερον καὶ ἡμέτερον, τῶν ἐμῶν ἐπιστολῶν σοι συναγαγεῖν ὅσας οἷόν τε)· 20τῆ νῦν τοῦτον ἱμάντα20 ταῖς σαῖς 20ἐγκατάθου20 βίβλοις, οὐκ ἐρωτικόν, ἀλλὰ λογι κόν, οὐδ' ἐπιδεικτικὸν μᾶλλον ἢ χρήσιμον καὶ τῆς ἡμετέρας αὐλῆς. 52.3 Ἄλλου μὲν γὰρ ἄλλο τι γνώρισμα, ἢ μικρὸν ἢ