1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

22

ἄλλος μὲν ἄν τις ὑπείδετο τῶν συνετωτέρων· ἐγὼ δὲ οὐκ ἔδεισα πρὸς σὲ γράφων, ὁ λίαν ἀρχαῖος καὶ μάταιος. Ἐλύπησέ σε τὰ γράμματα, ὡς δὲ ἐγώ φημι οὐκ ὀρθῶς οὐδὲ δικαίως, ἀλλὰ καὶ λίαν περιττῶς. 59.2 Καὶ τὴν λύπην οὐχ ὡμολόγησας μέν, οὐκ ἔκρυψας δέ, εἰ καὶ σοφῶς τοῦτο ἐποίησας, ὥσπερ τινὶ προσωπείῳ τῇ αἰδοῖ τὸ τῆς λύπης καλύπτων πρόσωπον. 59.3 Ἐγὼ δὲ εἰ μὲν δολερῶς καὶ κακοήθως τοῦτο ἐποίησα, οὐχ ὑπὸ τῆς σῆς λύπης μᾶλλον ἢ τῆς ἀληθείας βλαβήσομαι· εἰ δὲ ἁπλῶς καὶ μετὰ τῆς συνήθους εὐνοίας, τὰς ἐμὰς ἁμαρτίας, οὐ τὴν σὴν διάθεσιν αἰτιάσομαι. Πλήν γε ὅτι διορθώσασθαι ταῦτα μᾶλλον εἶχε καλῶς ἢ πρὸς τοὺς συμβουλεύοντας δυσχεραίνειν. 59.4 Τὸ μὲν οὖν σὸν καὶ αὐτὸς ὄψει, καὶ ἄλλοις συμβουλεύειν τὰ τοιαῦτα ἱκανὸς ὤν· ἐμὲ δὲ προθύμως ἔχεις, ἐὰν διδῷ Θεός, καὶ παρεσό μενον καὶ συναγωνιούμενον καὶ τὰ δυνατὰ συνεισοίσοντα. Τίς γὰρ ἀναδύσεται; Τίς δὲ οὐ θαρρήσει ὑπὸ σοὶ καὶ μετὰ σοῦ περὶ τῆς ἀληθείας λέγων καὶ ἀγωνιζόμενος; 60.Τ ΤΩΙ ΑΥΤΩΙ 60.1 Τοῦ πληρωθῆναί σοι τὸ ἐπίταγμα, τὸ μέν τί ἐστιν ἐφ' ἡμῖν· τὸ δέ γε καί, οἶμαι, τὸ πλέον, ἐπὶ τῇ σῇ εὐλαβείᾳ. Ἐφ' ἡμῖν μέν, τὸ τῆς ὁρμῆς καὶ τῆς προθυμίας· οὔτε γὰρ ἄλλοτέ ποτε τὴν σὴν συντυχίαν ἐφύγομεν (τί μὲν οὖν;), ἀλλ' ἀεὶ τοσοῦτον ταύτην μεταδιώκομεν καὶ νῦν πλέον ταύτην ποθοῦμεν. 60.2 Ἐπὶ δὲ τῇ σῇ ὁσιότητι τὸ διορθωθῆναι τὰ ἡμέτερα· προσεδρεύομεν γὰρ τῇ κυρίᾳ τῇ μητρὶ πολὺν ἤδη καμνούσῃ χρόνον ἐξ ἀρρωστίας. Καὶ εἰ μὴ μέλλοιμεν ἀμφιβόλως αὐτὴν καταλείψειν, οὐ ζημιωθησόμεθα, εὖ ἴσθι, τὴν παρουσίαν. Μόνον ταῖς εὐχαῖς τῇ μὲν πρὸς ὑγείαν, ἡμῖν δὲ πρὸς τὴν ὁδὸν ἐπικού ρησον.

61.Τ ΑΕΡΙΩΙ ΚΑΙ ΑΛΥΠΙΩΙ 61.1 Ὥσπερ ἀπαρχὰς ἀλῶνός τε καὶ ληνοῦ καὶ

τέκνων τοὺς ἀληθῶς φιλοτέκνους ἀνατιθέναι Θεῷ δίκαιόν τε καὶ ὅσιον, ὅτι παρ' αὐτοῦ καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ ἡμέτερα, οὕτω καὶ νέας κληρονομίας, ἵνα τὸ μέρος προθύμως δοθὲν παράσχῃ τῷ πλείονι τὴν ἀσφάλειαν. 61.2 Μὴ τοίνυν ἀναμείνητε μετὰ πάντας ἡμῖν γενέσθαι χρηστοί, ἀλλὰ πρὸ πάντων Θεῷ δι' ὃν καὶ πᾶσι, καὶ τοὺς ἔξω ῥίψαντες νόμους τοῖς ἡμετέροις δουλεύσατε, τοῦτο παρ' ὑμῶν αὐτῶν καρποφοροῦντες, τὴν προθυμίαν. 61.3 Τὰ μὲν γὰρ καταλειφθέντα παρ' ἄλλων, τὸ δὲ πρόθυμον παρ' ὑμῶν ἕξομεν, οἷς δυνατὸς ὁ Θεὸς ἀντιδοῦναι πολυπλάσια ὧν νῦν ἐπιδώσετε, οὐ μόνον ἐν τῷ προσκαίρῳ τούτῳ βίῳ καὶ ῥέοντι, ἀλλὰ καὶ ἐν τῷ αἰωνίῳ καὶ μένοντι· πρὸς ὃν μόνον ὁρᾶν ἀσφαλὲς καὶ εἰς ὃν πάσας τείνειν ἡμῶν τὰς ἐλπίδας. 61.4 Ὡς οὖν τοιούτου τευξόμενοι τοῦ Θεοῦ περὶ ὑμᾶς, οἷοί περ ἂν αὐτοὶ γένησθε τοῖς πτωχοῖς, μὴ μικρο ψύχως μηδὲ μικρολόγως, ἀλλὰ καὶ λίαν φιλοτίμως τε καὶ προθύμως πληρώσατε τῇ κατοιχομένῃ τὴν βούλησιν, ἣν παρεῖναί τε ὑμῖν νομίσαντες καὶ ὁρᾶν τὰ γινόμενα, διὰ τῆς ἐπιδόσεως ἀναπαύσατε, ἵνα μὴ τὰ χρήματα μόνον ἔχητε παρ' αὐτῆς, ἀλλὰ καὶ στηρίζουσαν οἴκους τέκνων μητρὸς εὐλογίαν πορίσησθε, 61.5 τοῦτο ἐνθυμη θέντες ὅτι 20βελτίων μικρὰ μερὶς μετὰ δικαιο σύνης20, κατὰ τὸ γεγραμμένον, ἢ 20πλατυτέρα μετὰ μικρολογίας20 (ἵνα μὴ λέγω τι βλάσφημον) καὶ ὅτι πολλοὶ καὶ οἴκων ὅλων ἐκποιουμένων εἰς ἐκκλησίας ἠνέσχοντο, οἳ δὲ καὶ παρ' ἑαυτῶν πᾶσαν προήκαντο τὴν οὐσίαν καὶ τὴν καλλίστην ἐπραγματεύοντο πραγ ματείαν, γενέσθαι διὰ τὸν ἐκεῖ πλοῦτον πένητες. 61.6 Μὴ τοίνυν σπείρητε φειδομένως, ἵνα πλουσίως θερίσητε, ἀλλ' ἀγαθὸν κλῆρον καὶ ὑμῖν αὐτοῖς καὶ τοῖς φιλτάτοις ὑμῶν τοῦτον χαρίσασθε, μηδὲν ὑφελόντες τῶν γεγραμμένων, ἀλλὰ πάντα μεθ' ἡδονῆς καὶ φαιδρότητος ἐπιδόντες ἢ ἀποδόντες ὡς οἰκεῖα τοῦ Θεοῦ, ὡς τοῦτο μόνον κερδα νοῦντες ὅ τι ἂν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ἀναλώσητε. 61.7 Τί γὰρ δεῖ θησαυρίζειν λῃσταῖς καὶ κλέπταις καὶ καιρῶν μεταβολαῖς ἄλλοτε εἰς ἄλλους μετατιθέντων καὶ ῥιπι ζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ μὴ εἰς τὰς ἀσφαλεῖς ἀποθήκας ἀποτίθεσθαι καὶ τῶν ἐπιβουλευόντων ἰσχυρο τέρας; 61.8 Τὸ