1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

23

μὲν οὖν εὐτελὼς περὶ ἄλλα καὶ ἄλλοις δείξατε (καὶ γὰρ εὔχομαι δυνατοὺς ὑμᾶς εἶναι μετὰ χρηστότητος), ἡμῖν δὲ ἀγωνίσασθε τὸν καλὸν ἀγῶνα, ὅστις νικήσει τὸν ἄλλον εὐλαβείᾳ καὶ ταῖς ὀφειλομέναις εὐλογίαις ἐκ Θεοῦ τοῖς εὐγνώμοσι. 61.9 Πείσατε οὖν ἡμᾶς ὅτι γνησίως χριστιανίζετε, μᾶλλον δὲ ἀπὸ καλῆς ἀρξά μενοι ἀρχῆς καὶ οὕτως εὐσεβοῦς καὶ δικαίας, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων ὁμονοήσατε, ὡς ἂν ὑμεῖς τε ἀλλήλοις καὶ ἡμεῖς ὑμῖν ἐπευφραινώμεθα τά τε ἄλλα καὶ δεξιὸν ὑπόδειγμα γενομένοις πάσῃ τῇ Ἑκκλησίᾳ τῆς περὶ ταῦτα εὐγνωμοσύνης. 62.Τ ΑΜΦΙΛΟΧΙΩΙ 62.1 Οὐ βάρβαρον τὸ ἐπίταγμα τῆς ἀμιμήτου σου καλοκἀ γαθίας, ἀλλ' ἑλληνικόν, μᾶλλον δὲ χριστιανικόν. Ὁ δὲ Ἀρμένιος, ἐφ' ᾧ πάνυ φιλοτιμῇ, βάρβαρος ἄντικρυς καὶ πόρρωθεν τῆς ἡμετέρας φιλοτιμίας. 63.Τ ΑΜΦΙΛΟΧΙΩΙ 63.1 Ἀλγεῖς; Ἐγὼ δὲ τρυφῶ δηλονότι. ∆ακρύεις; Ἐγὼ δέ, ὡς ὁρᾷς, πανηγυρίζω καὶ τοῖς παροῦσι καλλω πίζομαι. Ἢ σὲ μὲν υἱὸς λυπεῖ δι' ἀρετὴν ἁρπαζόμενος καὶ τιμώμενος, καὶ δεινὸν εἰ μὴ παρέσται σοι καὶ γηρο κομήσει καὶ τὰ εἰκότα θεραπεύσει κατὰ τὸ σύνηθες; 63.2 Ἐμὲ δὲ οὐκ ἀνιᾷ πατὴρ τὴν τελευταίαν ἐκδημίαν ἀφ' ἡμῶν ἐκδημήσας, ἐξ ἧς οὐκέτι πρὸς ἡμᾶς ἀναλύσει οὐδὲ παρ' ἡμῶν ὀφθήσεται; Εἶτα ἡμεῖς μὲν οὐδὲν ἐγκα λοῦμεν οὐδὲ τὴν ὀφειλομένην ἀπαιτοῦμεν παραμυθίαν, εἰδότες ὅτι τὰ ἴδια κακὰ καιρὸν οὐ δίδωσι τοῖς ἀλλοτρίοις σχολάζειν· οὐδὲ γὰρ οὕτω τίς ἐστι φιλικὸς καὶ φιλόσοφος ὥστε ὑπεράνω τῶν παθῶν εἶναι καὶ παρακαλεῖν ἄλλον, αὐτὸς δεόμενος παρακλήσεως. 63.3 Σὺ δὲ τῇ πληγῇ πλη γὴν ἐπιβάλλεις αἰτιώμενος ἡμᾶς, ὡς πυνθάνομαι, καὶ νομίζων ἀμελεῖσθαι τὸν σὸν υἱόν, ἡμέτερον δὲ ἀδελφόν, ἢ προδεδόσθαι παρ' ἡμῶν, ὃ βαρύτερον, ἀλλὰ μὴ τῆς ζημίας ἡμᾶς ἐπαισθάνεσθαι ἣν ἐζημίωνται πάντες μὲν καὶ φίλοι καὶ συγγενεῖς, ἐγὼ δὲ καὶ πάντων μᾶλλον-ὁ καὶ τὰς ἐλπίδας τῆς ζωῆς ἐν ἐκείνῳ θέμενος καὶ μόνον μὲν ἔρεισμα, μόνον δὲ σύμβουλον ἀγαθόν, μόνον δὲ κοινωνὸν εὐσεβείας ὑπολαμβάνων. 63.4 Καὶ τίσι τοῦτο εἰκάζεις; Εἰ μὲν τοῖς πρώτοις, ἐνθυμήθητι ὅτι καὶ διέβην μέχρις ὑμῶν ἐξεπίτηδες, τῇ φήμῃ τεταραγμένος, καὶ κοινωνῆσαι γνώμης ὑμῖν πρόθυμος ἐγενόμην, ἡνίκα καὶ καιρὸς ἦν ἔτι περὶ τούτων βουλεύεσθαι· καὶ πάντα μᾶλλον ἢ ταύτης ἡμῖν ἐκοινωνήσατε, εἴτε ὑπὸ τῆς αὐτῆς ἀπορίας, εἴτ' οὐκ οἶδ' ὅ τι βουληθέντες. 63.5 Εἰ δὲ τοῖς τελευταίοις, μάλιστα μὲν οὐκ εἴα τὸ πάθος πάλιν ὑμῖν ἐντυχεῖν καὶ ἡ τῷ πατρὶ χρεωστουμένη τιμὴ καὶ ὁσία, ἧς οὐδὲν ἐδυνάμην ποιήσασθαι προτιμότερον, καὶ ταῦτα ὑπογυίου τοῦ πάθους ὄντος, ἡνίκα οὐκ ἀσεβὲς ἦν μόνον ἀλλ' οὐδ' ὅλως εὐπρεπὲς ἔξω τοῦ καιροῦ φιλοσοφεῖν καὶ ὑπὲρ τὸ ἀνθρώπινον· ἔπειτα καὶ προκατειλῆφθαι ὑπὸ τῶν πραγ μάτων ἐνομίσαμεν, πέρας ἤδη τῶν κατ' αὐτὸν ἐχόντων ὁποῖον ἐδόκει τῷ ἄγοντι τὰ ἡμέτερα. 63.6 Ταῦτα μὲν δὴ τοιαῦτα. Νῦν δὲ καὶ τὴν λύπην ἄνες ἡμῖν πάντων οὖσαν ἀλογωτάτην, ὡς ἐμαυτὸν πείθω· καὶ εἴ τί σοι πλέον δοκεῖ, παράστησον, ἵνα μὴ καὶ ἡμᾶς ἐν τῷ μέρει καὶ σεαυτὸν λυπῇς καὶ πρᾶγμα πάσχῃς σφόδρα τῆς σῆς εὐγενείας ἀνάξιον ἀντ' ἄλλων ἡμᾶς αἰτιώμενος τοὺς οὐδὲν ἀδικοῦντας, ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὰ ἴσα τυραννηθέντας ὑπὸ τῶν κοινῶν φίλων καὶ οὓς μόνους εὐεργέτας ἐνόμιζες. 64.Τ ΕΥΣΕΒΙΩΙ ΣΑΜΟΣΑΤΩΝ 64.1 Ὅτε παρῄει σου ἡ θεοσέβεια διὰ τῆς πατρίδος ἡμῶν, οὐδὲ τοῦ δωματίου προκύψαι οἷός τε ἤμην, ἐν ἐσχάτῃ ἀρρωστίᾳ διάγων. Ἐλύπει δέ με οὐ τοσοῦτον ἡ νόσος τὸν περὶ τῶν ἐσχάτων φόβον ἐπάγουσα, ἀλλ' ὅτι τῆς ἱερᾶς σου καὶ ἀγαθῆς συντυχίας ἀπεστερούμην, 64.2 τοσαύτην ἔχων περὶ τὸ ἰδεῖν σου τὸ τίμιον πρόσωπον ἐπιθυμίαν, ὅσον εἰκὸς ἦν τὸν χρῄζοντα μὲν θεραπείας τῶν ψυχικῶν τραυμάτων, ταύτην δὲ παρὰ τῆς σῆς τελειό τητος ἕξειν ἐλπίζοντα. 64.3 Ἀλλ' εἰ καὶ τῶν ἁμαρτιῶν τῶν ἐμῶν γέγονεν ἔργον τὸ κατὰ τὸν καιρὸν ἐκεῖνον διαμαρτεῖν με τῆς σῆς συντυχίας, νῦν διὰ τῆς σῆς ἀγαθό τητος ἔστι δυνατὸν γενέσθαι μοί τινα τῶν λυπηρῶν ἐπανόρθωσιν. 64.4 Εἰ γὰρ καταξιώσειας κἀμοῦ μνήμην ποιεῖσθαι ἐν ταῖς εὐπροσδέκτοις σου προσευχαῖς πάσης ἔσται μοι τοῦτο τῆς