1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

25

παρ' ἡμῶν καλῶς εἶχε. Συντυχεῖν δὲ οὐκ ἐξεγένετο, ἐπειδή με ἡ νόσος ἐξώρμησε πρὸς τὰ Τύανα θεραπείας τευξόμενον, ἕως καιρός· καὶ συγγίνωσκε. Ἀντὶ δὲ ἡμῶν ἔχεις Θεὸν παρόντα καὶ βοηθοῦντα τοῖς πένησι, τὸν πολὺ τῆς παρουσίας ἡμῶν αἰδεσιμώτερον. 68.Τ ΤΩΙ ΑΥΤΩΙ 68.1 Ἐκάλεσας ἡμᾶς ἐπὶ τὴν μονήν, καλῶς γε ποιῶν, ὡς κοινωνοὺς τοῦ κατὰ τὴν ἐπανίσωσιν σκέμματος· καὶ γάρ ἐστιν οὐ μικρᾶς τὸ πρᾶγμα φροντίδος. Ἐγὼ δέ, εἰ μὲν ὑγιαίνων ἐτύγχανον, σφόδρα ἂν ἀπήντησα προθύμως· καὶ ἥξω δέ, ὅταν οἷόν τε ᾖ, Θεοῦ θέλοντος. Νῦν δὲ διὰ γραμμάτων πληρῶ τὰ τῆς παρουσίας. 68.2 Οἶδά σε καὶ γονέων ὄντα ἱερῶν καὶ τῷ θείῳ φόβῳ συνηυξημένον ἄνωθεν. Ἃ οὖν ἐπίστασαι συμφέρειν σοι καὶ πρὸς εὐδοξίαν καὶ πρὸς ἀσφάλειαν ψυχῆς, ταῦτα δηλονότι ποιήσεις κἂν αὐτοὶ μὴ γράφωμεν. 68.3 Εἰ δέ τι καὶ ἡμᾶς συνεισενεγ κεῖν δεῖ, τοῦτο γνωρίζομεν ὅτι ἀντ' ἄλλης τινὸς πολιτείας ἣν εἰσφέρουσι τῷ Θεῷ χριστιαναὶ ψυχαί, τοῦτό σοι πρό κειται νῦν· καὶ μεγάλα σεαυτῷ θησαυρίσεις τοῦ κοινοῦ φροντίσας καὶ εἴ τι πρὸ τούτου διετέθη κακῶς καὶ τοῦτο ἐπανορθωσάμενος. 68.4 Ἓν δὲ καὶ μέγιστον εἰς ἀσφάλειαν (ὃ καὶ πρῶτόν σοι φυλακτέον), συνεργοὺς λαβεῖν οὓς καὶ συνέσει καὶ τρόπῳ διαφέρειν τῶν ἄλλων γινώσκεις. Τί γὰρ ὄφελος κυβερνήτην εἶναι χρηστόν, πονηροῖς χρώμενον ἐρέταις; 69.Τ ΤΩΙ ΑΥΤΩΙ 69.1 Ἔχω τὴν ὑπόσχεσιν καὶ θαρρῶ τῷ τρόπῳ δι' ὃν ἔχω καὶ τὴν δωρεάν. Μάλιστα μὲν οὖν οἶδε τὸ μέτρον τῶν ἐπιδόσεων καὶ τῶν ἀντιδόσεων ὁ μέγας τῶν χρεῶν διαλύ της· εἰ δὲ καὶ ἐφ' ἡμῖν ἐστι τὰ τοιαῦτα συντίθεσθαι, παρ' ἡμῶν ἡ θυσία, παρὰ σοῦ τὸ φιλάνθρωπον. Μερισώμεθα τὴν ἀντίδοσιν. 70.Τ ΕΥΤΡΟΠΙΩΙ 70.1 Τί τοῦτο; Εὐτρόπιος ὁ μέγας ἐν ἡμετέροις· καὶ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐκ ἀπολαύομεν. Ὁ δὲ Τάνταλος ἐκεῖνος τί ποτ' ἄλλο ἢ τοῦτο ἦν, ἐν μέσαις πηγαῖς δίψει τηκόμενος; 70.2 Σὺ μὲν οὖν ποθεῖς τὴν συντυχίαν τὴν ἡμετέραν, ὡς γράφεις, καὶ καλῶς ποιεῖς· ἔδει γὰρ ὄντα σε ὅπερ εἶ μὴ περιφρονεῖν τοὺς φίλους, ἀλλὰ καὶ ὁδοῦ πάρεργον εὖ ποιεῖν ἡμᾶς καὶ ταῦτα τιμᾶν μετὰ τὴν ἀρχὴν ἃ καὶ ἄρχων τιμᾶν ἠξίους. 70.3 Ἐμὲ δὲ πῶς οἴει διακεῖσθαι καὶ τίνα ἔχειν τὴν ψυχήν, ποθοῦντα μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὡς τὸ εἰκὸς (τὸ γὰρ αἰδεσιμώτερον, ποθεινότε ρον), τῇ δὲ ἀρρωστίᾳ πεπεδημένον; 70.4 Σὺ δέ μοι γενοῦ τὸ Αἰγύπτιον φάρμακον, εἴτε λόγος τοῦτο ἦν, εἴτε τι ἕτερον, ᾧ φαρμακεύει τὰς ψυχὰς Ὅμηρος ἐν ταῖς λύπαις. 70.5 Γενήσῃ δὲ πῶς; Πρῶτον μὲν συγγινώσκων, ἕτοιμον γὰρ τὸ χρηστὸν εἰς συγγνώμην· ἔπειτα παιδεύων ἡμᾶς ἐξ ὧν ἂν ἐπιστέλλῃς, ἐπεὶ καὶ ἄρχοντά σε τῆς ἀρετῆς μᾶλλον ἢ τῆς ἐξουσίας θαυμάζειν εἴχομεν.

71.Τ ΤΩΙ ΑΥΤΩΙ 71.1 Ἄλλος μὲν ἄλλο τι τῶν σῶν ἐπαινείτω, πάντως δὲ

ἀρκέσεις γλώσσαις πολλαῖς μεριζόμενος· ἐγὼ δὲ ὃ μάλιστα θαυμάσας ἔχω, τοῦτο ἐρῶ. Τοσοῦτόν σοι καλο κἀγαθίας καὶ λόγων περίεστιν ὥστε σοι καὶ τοῦτο μόνον φίλους ποιεῖν, τὸ νομισθῆναί τινας τοιούτους. 71.2 Ἐμὲ γοῦν πρὸς πᾶσιν οἷς γε τετίμηκας οὖσι τοιούτοις ἡνίκα τὸν ὑψηλότατον εἶχες θρόνον ἔχοντα τὸ ἐπίφθονον ἔτι, καὶ κατὰ τὴν Ἀσίαν περιτυχών, εἴ τι μέμνησαι (μέμνησαι δὲ οἶδ' ὅτι τηλικοῦτος ὢν καὶ τὰ φιλικά, μετὰ τῆς ἐν πᾶσι τελειότητος), τά τε ἄλλα εἶδες ὡς ἥδιστα καὶ γράφειν διεκελεύσω, λόγους τιμῶν τοὺς σούς. 71.3 Οὐ μόνον δέ, ἀλλὰ καὶ γράψαι πρότερος ἠξίωσας, τοὺς ἀγαθοὺς τῶν γραφέων μιμούμενος οἳ τῷ παραδεικνύναι τὰ πολλὰ τοὺς μαθητὰς ἐκπαιδεύουσι. 71.4 Τοῦτο οὖν νῦν τε πεποίηκας εὖ ποιῶν· καὶ τοῦ λοιποῦ χαρίζεσθαι μὴ κατόκνει, κἄν σε ὑψηλὸν αὖθις οἱ θρόνοι φέρωσιν (οἴσουσι γὰρ τὴν ἀρχήν, οὐ τὴν ἀρετήν· οὐδὲ γὰρ ἔχεις ὅ τι ὑψωθῇς κατὰ ταύτην, ἥκων πρὸς τὸ ἀκμαιότατον). 71.5 Ἀλλὰ καὶ τὰ κοινὰ πράττων τῶν φίλων μὴ ἀμέλει, κατὰ τοὺς Ὁμηρικοὺς νεανίας ἐν μέσῳ πολέμῳ τὰ φιλικὰ σπουδάζοντας, ἐπειδὴ καὶ τούτῳ ποικίλλει τὴν ποίησιν ὁ σὸς Ὅμηρος. 72.Τ ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ 72.1 Μὴ