1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

36

ἐπίσκοπον, ὃν ἀναδείξει τὸ Πνεῦμα τὸ ἅγιον, ἔργον ἔσεσθε ἀγαθὸν εἰργασμένοι, καὶ τί ἂν γὰρ ἢ πατρικῶν εὐλογιῶν ἄξιον;

121.Τ ΘΕΟ∆ΩΡΩΙ 121.1 Ἀγάπης συμβόλοις ἡδόμεθα, καὶ μάλιστα καιροῦ

τοιούτου καὶ παρὰ τοιούτου νεοπαγοῦς τε ὁμοῦ καὶ τελείου, καί, ἵνα σε τοῖς ἀπὸ τῆς Γραφῆς δεξιώσωμαι, 20ἱδρυμένου ἐν τῇ νεότητι20· οὕτω γὰρ ἐκείνη καλεῖ τὸ πλεῖον ἐν συνέσει τῆς ἡλικίας. 121.2 Οἱ μὲν οὖν παλαιοὶ πατέρες 20δρόσον οὐρανοῦ καὶ πιότητα γῆς20 μετὰ τῶν ἄλλων ἐπηύχοντο τοῖς παισὶν (εἰ μή τῳ φίλον καὶ ταῦτα νοεῖν ὑψηλότερον), ἡμεῖς δέ σοι τὸ πᾶν πνευματικῶς ἀντιδώσομεν· 121.3 20Πληρώσαι Κύριος πάντα τὰ αἰτή ματά σου20, καὶ γένοιο τοιούτων τέκνων πατὴρ (εἰ δεῖ σοι συντόμως καὶ οἰκείως ἐπεύξασθαι) οἷον σεαυτὸν ὑποφαίνεις τοῖς σοῖς πατράσιν, ὡς ἂν τά τε ἄλλα καὶ ἡμεῖς ἐπὶ σοὶ δοξαζοίμεθα. 122.Τ ΤΩΙ ΑΥΤΩΙ 122.1 Χρεωστεῖς μὲν ἡμῖν καὶ ὡς νοσεροῖς θεραπείας, εἴπερ μία τῶν ἐντολῶν ἀσθενούντων ἐπίσκεψις· χρεωστεῖς δὲ καὶ τοῖς ἁγίοις μάρτυσι τὴν δι' ἔτους τιμήν, ἣν ἐν Ἀριανζοῖς τοῖς σοῖς ἑορτάζομεν τῇ εἰκάδι δευτέρᾳ τοῦ καθ' ἡμᾶς μηνὸς ∆αθοῦσα. Καὶ ἅμα οὐκ ὀλίγα τῶν ἐκκλησιαστικῶν δεῖται κοινῆς διασκέψεως. 122.2 Πάντων οὖν ἕνεκεν ἀόκνως παραγενέσθαι καταξίωσον· καὶ γάρ, εἰ πολὺς ὁ κάματος, ἀλλ' ἀντίρροπος ὁ μισθός. 123.Τ ΤΩΙ ΑΥΤΩΙ 123.1 Ἡδέσθην σου τὴν παρουσίαν καὶ στέργω τὴν συνουσίαν, καίτοι γε ἄλλως ἐμαυτὸν νουθετήσας οἴκοι μένειν καὶ καθ' ἡσυχίαν φιλοσοφεῖν· τοῦτο γὰρ εὗρον ἐμαυτῷ ἐκ πάντων λυσιτελέστερον. 123.2 Ἐπεὶ δὲ οἵ τε ἀέρες ἔτι ταραχώδεις καὶ οὐκ ἀνῆκεν ἡ ἀρρωστία, παρα καλῶ, μικρὸν μακροθύμησον, συνεύχου δὲ τὴν ὑγίειαν· καὶ ἡνίκα ἂν ᾖ καιρός, ἐπιστησόμεθα σαῖς εὐχαῖς. 124.Τ ΤΩΙ ΑΥΤΩΙ 124.1 Καλεῖς; Ἡμεῖς δὲ σπεύδομεν· σπεύδομεν δὲ μόνῳ πλησιάσαι καὶ μόνοι. Συνόδους γὰρ καὶ συλλόγους πόρρωθεν ἀσπαζόμεθα, ἐξ οὗ μοχθηρῶν πεπειράμεθα τῶν πολλῶν, οὕτω γὰρ εἰπεῖν μέτριον. Τί οὖν ἔτι λείπεται; Πόθῳ δικαίῳ βοήθησον διὰ τῶν εὐχῶν, ἵνα τύχωμεν ὧν σπουδάζομεν. 125.Τ ΟΛΥΜΠΙΩΙ 125.1 Παιδεύεταί τι καὶ πολιά, καὶ οὐ πάντη τὸ γῆρας, ὡς ἔοικεν, εἰς σύνεσιν ἀξιόπιστον. Ἐγὼ γοῦν πάντων μὲν μάλιστα τῶν Ἀπολλιναριστῶν εἰδὼς τὴν ἐνθύμησιν καὶ ἀσέβειαν, ὁρῶν δὲ οὐκ ἀνεκτὴν τὴν ἀπόνοιαν, ἐνόμιζον τῇ μακροθυμίᾳ πρᾴους ποιήσειν καὶ μαλάξειν κατὰ μικρόν, ὅπερ οὖν καὶ ταῖς ἐλπίσιν ὑπέτεινον. 125.2 Ἔλαθον δέ, ὡς ἔοικε, κἀκείνους χείρους ποιήσας καὶ τὴν Ἐκκλησίαν βλάψας τῇ ἀκαίρῳ φιλοσοφίᾳ· οὐ γὰρ δυσωπεῖ τοὺς πονηροὺς ἐπιείκεια. 125.3 Καὶ νῦν, εἰ μὲν αὐτό μοι δυνατὸν ἦν δι' ἐμαυτοῦ ταῦτα διδάξαι, οὐκ ἂν ὤκνησα, εὖ ἴσθι, καὶ παρὰ δύναμιν κινηθεὶς προσπεσεῖν τῇ σῇ τιμιότητι. 125.4 Ἐπειδὴ δὲ περαιτέρω προήγαγεν ἡμᾶς ἡ ἀρρωστία καὶ τοῖς Ξανξαρίδος θερμοῖς χρήσασθαι ἀναγκαῖον ἐγένετο, τῶν ἰατρῶν τοῦτο συμβουλευσάντων, ἀντ' ἐμαυτοῦ ποιοῦμαι τὰ γράμματα. 125.5 Ἐτόλμησαν οἱ κακοὶ καὶ κακῶς ἀπολούμενοι πρὸς πᾶσι τοῖς ἄλλοις καὶ καθῃρη μένους ἐπισκόπους ὑπὸ πάσης ἀνατολικῆς καὶ δυτικῆς συνόδου καλέσαντες, ἢ παριοῦσι καταχρησάμενοι (οὐ γὰρ ἔχω τοῦτο εἰπεῖν ἀκριβῶς), καὶ πασῶν κατεξαναστάντες βασιλικῶν διατάξεων καὶ ὑμετέρων προσταγμάτων, ἐπισκό που ὄνομα περιθεῖναί τινι τῶν παρ' αὐτοῖς ἀσεβῶν καὶ κιβδήλων, οὐδενὶ τοσοῦτον, ὡς οἶμαι, ὅσον τῇ ἐμῇ νεκρώσει (τοῦτο γὰρ δεῖ λέγειν) θαρρήσαντες. 125.6 Ταῦτα εἰ μὲν ἀνεκτά, ἐνεγκάτω μὲν ἡ σὴ στερρότης· οἴσομεν δὲ καὶ ἡμεῖς, ὥσπερ οὖν καὶ πολλάκις ἠνέγκαμεν. Εἰ δὲ βαρέα καὶ οὐδὲ τοῖς εὐλαβεστάτοις βασιλεῦσιν αὐτοῖς φορητά, ἐπεξελθεῖν τοῖς γεγενημένοις, εἰ καὶ τῆς ἀπονοίας ἔλαττον, καταξίωσον. 126.Τ ΤΩΙ ΑΥΤΩΙ 126.1 Ὄναρ ηὐθύμησα. Καὶ γὰρ μέχρι τῆς μονῆς ἐνεχθεὶς ὥστε τινὸς ἐκ τοῦ λουτροῦ παραμυθίας τυχεῖν, εἶτα τὴν σὴν συντυχίαν ἐλπίσας καὶ ὥσπερ ἐν χεροῖν ἔχων ἤδη τὸ ἀγαθὸν καί τινας ἡμέρας