1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

55

θελήσαντος· παρ' ἐμοῦ δὲ διὰ τῶν γραμμάτων ἐνεχειρίσθη. Τί τοῦτο ἄφιλον ἢ ἀπάνθρωπον; 190.4 Ἐπεὶ δὲ τὴν ἀπολογίαν ἔχεις, δέξαι καὶ τὴν κατηγο ρίαν. Οὐκ ἐπαινῶ σοῦ τοὺς κοροπλάθους καὶ τοὺς Τελχῖνας οἷς βάλλεις τὸν ἀντίτεχνον, ἐπειδὴ νενίκηκε τοὺς ὁμο τέχνους ἀντιτέχνους καλεῖν. Μέχρι τίνος γὰρ ταῦτα; Καὶ ποῦ στησόμεθα τῆς σοφιστικῆς ἐπηρείας; ἕως ἂν τί γένηται; ἕως ἂν θάνατος ἡμᾶς διακόψῃ τῆς πονηρίας; 190.5 Ταῦτα γὰρ νέον μὲν ὄντα, φιλοτιμίας ἡττώμενον, κέρδους μεταποιούμενον, καὶ τότε μετρίως ποιεῖν, 20ἔχει τινὰ συγγνώμην20 (μικρὸν γάρ τι δημοσθενίσω σὴν χάριν)· ἐν τούτῳ δὲ τῆς ἡλικίας καὶ οὕτω πράττοντα κυρίττειν τε καὶ κυρίττεσθαι, παντελῶς ἄωρον καὶ φιλό νεικον, οὐ μόνον ὅτι ἀπρεπὲς καὶ παντάπασιν ἀνελεύθερον, ἀλλ' ὅτι καὶ ῥᾳστώνη πολλὴ τοῦ πράγματος. 20Ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις20, καθάπερ ῥεύματος ἀντιστρέφοντος (πάλιν γὰρ Ὁμήρῳ συγχρήσο μαι)· 20τὸν ξύοντα δ' ἀντιξύειν20, παντελῶς ἀνεπίφθονον. 190.6 Τίς οὖν ἡ σοφία, ἐξὸν ἀρετῇ πρωτεύειν, ἡττᾶσθαι κακίᾳ ἢ καὶ νικᾶν, ὃ πολλῷ χεῖρόν ἐστι; ἀλλ' ἐγώ γε καὶ τῶν δικαστῶν τοῦτο μέμφομαι (20εἰρήσεται γὰρ τἀληθές20), ὅτι ἃ κολάζουσι κρίνοντες, ταῦτα ἐπαι νοῦσιν ἀκροώμενοι. 190.7 Οὐ μόνον δέ, ἀλλὰ καὶ πολλοὺς ἔχουσι τοὺς συνεπαινέτας καὶ τὴν κακίαν ἀνάπτοντας καὶ ταῖς σπουδαῖς ἄχρι τούτου μεμερισμένους· δέον, εἰ μὲν ἀπιστεῖται, μὴ ἐπαινεῖσθαι· εἰ δὲ πιστεύεται, δημοσίᾳ κρίνεσθαι· ἢ οὕτως, εἰ μὲν ψευδῆ, τοὺς κατηγόρους κολάζεσθαι· εἰ δὲ ἀληθῆ, τοὺς καθ' ὧν ὁ λόγος· καὶ μὴ οὕτω μέγιστον πρᾶγμα, τὴν τῶν εὖ γεγονότων ὑπόληψιν, οὕτω ῥᾳδίως παίζεσθαι. 190.8 Εἴ τι οὖν ἐμοὶ πείθεσθε (πρὸς γὰρ ἀμφοτέρους ὁ λόγος), τοὺς μὲν τοιούτους λόγους καὶ ψόγους χαίρειν ἐάσατε, εἰ μή τι ἄλλο, τὴν πολιὰν αἰδούμενοι ἢ καὶ ἀποκάμνοντες ἐν τοῖς αἰσχίστοις. Αὐτοὶ δὲ βουλεύσασθε τὴν παλαιὰν τιμῆσαι παραίνεσιν τήν, ὅταν τῳ βίος ἱκανὸς ᾖ, ἀρετὴν ἀσκεῖσθαι κελεύουσαν. 190.9 Καὶ οὐκ ἐπιβου λεύσετε μὲν ὑμῖν αὐτοῖς, ἐπιβουλεύσετε δὲ ταῖς τῶν νέων ἐλπίσιν, οἳ πάντως ἂν τὰ δεινότατα πάθοιεν, εἰ λόγους ἀσκούμενοι κακίαν μάθοιεν, καὶ ταύτην οὐκ ἄμισθον, ὥσπερ οὐκ ἀρετῆς ἀλλὰ ταύτης ἔχοντες ὑμᾶς διδασκάλους. 190.10 Εἰ δέ σοι φορτικὸς εἶναι δοκῶ ταῦτα γράφων, ἄμυνέ με τοῖς ἴσοις καὶ αὐτὸς παραινέσας τι τῶν χρησίμων, ἵν' ἢ πειθόμενον ὠφελῇς ἢ ἐγκαλῇς ἀντιτείνοντι.

191.Τ ΤΩΙ ΑΥΤΩΙ 191.1 Οἷον ἠγνόησα· ὡς λίαν σκαιὸν καὶ ἀπαίδευτον· ἄνδρα

σοφιστὴν ἐνουθέτησα· ὢ τῆς ἀπονοίας· καὶ οὐδὲ ὑπὸ τῆς παροιμίας τῆς ἰδιωτικῆς ἐπαιδεύθην, φαλακρὸς ὢν κατὰ κριοῦ μὴ νυστάζειν ἀντὶ προσώπου, μηδὲ σφηκίαν ἐγείρειν κατ' ἐμαυτοῦ, γλῶσσαν πρὸς τὸ κακῶς λέγειν ἑτοιμοτέραν. 191.2 Τούτῳ μὲν οὖν οὐ πάνυ τι δυσχεραίνω (μετὰ γὰρ πολλῶν προσετέθην, ὥς γε πυνθάνομαι, εἰ δὲ ζώοις, καὶ πρὸ πολλῶν)· ἐκείνῳ δὲ μᾶλλον, ὅτι μὴ ἐπισ τεύθην φιλικῶς τοῦτο ποιεῖν. 191.3 Πλὴν ὑγιαίνοις καὶ σῶμα καὶ ψυχήν, καὶ τὴν γλῶσσαν κατέχοις, εἰ δυνατόν· ἀλλὰ νῦν τό γε ἡμέτερον στέρξομεν. 192.Τ ΣΤΑΓΕΙΡΙΩΙ 192.1 Παρρησιάσομαί τι πρὸς σέ· καὶ γὰρ πέφυκα οὕτω, καὶ βούλομαι. Εἰ μὴ μεταδοίης ἡμῖν τὸν Νικόβουλον, ἀδικήσεις· φίλῳ τε γὰρ ἐσόμεθα προσκεκρουκότες καὶ παρὰ σοῦ μηδὲν ἔχοντες πλέον. 192.2 Εἰ δὲ δοίης ὅσον ἐλπίζομεν, εὐγνωμονήσεις, καὶ ἀμφότερα ἡμῖν ὡς κάλλιστα ἕξει. Ἐκείνῳ μὲν γὰρ ἀπολογησόμεθα, σὲ δὲ ἐπαινεσόμεθα. Εἰ δὲ δίδως ἡμῖν καὶ παραινέσαι σοι πατρικῶς, ἀλλὰ μὴ τῇ συνηθείᾳ τοῦ ἄρχειν τὴν συμβουλὴν διαπτύσῃς· δέξαι λόγον ἀνδρὸς τὰ τοιαῦτα οὐκ ἀμαθοῦς. 192.3 Κατά θεσθέ ποτε τὰ ὅπλα καὶ τὰς σφενδόνας καὶ τὰς δεινοτέρας μελίας, τὰς γλώσσας, αἷς ἀλλήλους βάλλετέ τε καὶ τιτρώσκετε, καὶ ταῦτα ἐν ἐπαινέταις τοῖς σπουδασταῖς. 192.4 Καὶ κατάθεσθε τοσούτῳ μᾶλλον, ὅσον προχειρότερον τοῦτο τῶν ὅπλων ἐστίν· ἵνα μὴ κακίας μᾶλλον ἢ ἀρετῆς ἐξηγῆσθε τοῖς νέοις, καὶ εἰ μὴ τοῖς