1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

58

ἂν μέγα ὀνήσαιεν ἵππω δύο προστίμησις, ἡμῖν δὲ ἡ χάρις ἀνάγραπτος. 198.5 Καὶ τοῦτο δὲ προσ κείσθω· τῇ συμφορᾷ τοῦ ἀνδρὸς βοήθησον σφόδρα συντριβέντος ἀπὸ συμπτώματος. 199.Τ ΤΩΙ ΑΥΤΩΙ 199.1 Εἴ σοι δοκῶ φορτικὸς συχνὰ ἐπιστέλλων, μηδὲν θαυμάσῃς, ἢ κατερῶ σου πρὸς σὲ τὸν δίκαιον δικαστήν, καὶ οἶδ' ὅτι ἀφήσεις με τῆς αἰτίας. 199.2 Αὐτός μοι τοῦ θαρρεῖν αἴτιος γέγονας τῷ προθύμως παρέχειν τὸ αἰτεῖν προκαλούμενος· καὶ θαυμαστὸν οὐδέν. Πολλὰ γάρ ἐστιν οἷς προθύμως ἂν δοίης τὴν χάριν, τὸ γῆρας, ἡ ἀρρωστία, ἡ κοινωνία τῶν λόγων (εἴπερ τι καὶ τὸ ἡμέτερον ἐν λόγοις), αὐτὸ τὸ ποθεῖν με τὴν συντυχίαν, ὑπὸ δὲ τῆς ἀσθενείας κωλύεσθαι καὶ διαμαρτάνειν τοσούτου πράγματος. 199.3 Ἀλλὰ τίς ἡ πρεσβεία; καὶ εἰ μὲν ἄδικος, αἰσχυνοίμην ἂν ἄνδρα τοσοῦτον· εἰ δὲ δικαία, προθύμως ἐπίνευσον. 199.4 Πάλιν ὁ αἰδεσιμώτατος υἱὸς ἡμῶν Θεοδόσιος ἥκει πρὸς τὴν σὴν λογιότητα, ὁ ἐμὸς καὶ σός, σκοπὸς μὲν ἐμός, σὸς δὲ ἱκέτης. Καὶ ἥκει πρεσβεύων ὑπὲρ ἐλεεινοῦ πράγματος· ὀρφανοὶ κινδυνεύουσι, καὶ τὸ ἀνθρώπινον ἐν μέσῳ ἄδηλον ὂν εἰς ὃ περιστήσεται, καὶ μετάστασιν αἰδούμεθα πατρὸς πολλοῖς ὀρφανίαν ἐπικουφίσαντος. 199.5 Μίαν τοῖς πᾶσι κατάθου χάριν· δὸς χεῖρα τῇ συμφορᾷ, ἣν αὐτὸς δοκι μάσεις. 199.6 ∆εῖται μὲν γὰρ οὐδεμιᾶς προσθήκης εἰς εὐδοξίαν ἡ σὴ ἀρχή, οὐδὲ γὰρ λαμπρότητος Ἑωσφόρος· εἰ δέ τινα καὶ προσθήκην ζητεῖς, οὐκ ἂν μείζων ταύτης, εὖ ἴσθι, οὐδὲ λαμπροτέρα γένοιτο, ὡς πολλοὶ τἀληθῆ βουλόμενοι λέγειν τὴν σὴν καλοκἀγαθίαν διδάξουσιν. 200.Τ ΤΩΙ ΑΥΤΩΙ 200.1 Ἐποίεις μὲν ἡμῖν καὶ τὴν ἀρχὴν φιλοσοφίαν, καὶ οἶδ' ὅτι ποιήσεις, εἴ γε τῷ Θεῷ μέλει τῶν ἡμετέρων. 200.2 Ὅμως δὲ κράτιστον ἦν νῦν συγγενέσθαι σοι, ἡνίκα σχολὴν ἄγεις, ὅπερ ἐπόθεις, ἀπὸ τῶν δημοσίων, καὶ καθ' ἡσυχίαν ἔξεστι τῆς σῆς ἀπολαύειν συνέσεως, ἧς ὀλίγα μετασχόντες, καὶ ὅσα γε ἀστραπῆς τῆς ὄψει μὴ κρατουμένης, τοῦ πλείονος διημάρτομεν. 200.3 Ἀλλὰ τοῦτο εὔξασθαι μὲν μέγα, λαβεῖν δὲ οὐ ῥᾷστον, οὕτως ἔχοντος ἡμῖν, ὥσπερ ἔχει, τοῦ σώματος. 200.4 Εἰ μὲν οὖν καὶ τούτου τύχοιμεν, τὸ πᾶν ἕξομεν (καὶ γάρ τινα καὶ χρεωστεῖς ἡμῖν συνουσίαν ἐξ ὑποσχέσεως περὶ τοῦ λόγου τοῦ καθ' ἡμᾶς, ἥν πως ἀτελῆ κατέλιπες)· εἰ δὲ μή, αὐτοὶ μὲν τὴν ζημίαν οἴσομεν ἄκοντες. 200.5 Σὺ δὲ ἴσθι μεθ' ἡμῶν ὤν, ὅπουπερ ἂν ᾖς, καὶ ὁδηγοῖο ταῖς ἡμετέραις εὐχαῖς. 200.6 Καὶ αὐτὸς δὲ ἴσθι παρ' ἡμῖν μένων, ἕως ἂν ἐμπνέωμεν, οἷς σαυτὸν ἐνέγραψας, οὐδεμιᾶς στήλης ἀτιμοτέροις, καὶ ἔτι μᾶλλον ἐγγράψεις, ἐπειδὰν γένῃ Θεοῦ καὶ σαφῶς ἡμέτερος, ἢ σοί γε ἡμεῖς, εἰ τοῦτο λέγεσθαι ἥδιον.

201.Τ ΤΩΙ ΑΥΤΩΙ 201.1 Τί τοῦτο; παρέδραμες ἡμᾶς ἀγνοήσαντας, καὶ

λαβέσθαι οὐκ ἦν, οὐ μᾶλλόν γε ἢ τῆς ἠχοῦς τοὺς πλησίον ἔχειν αὐτὴν νομίζοντας καὶ ἀπατωμένους ταῖς ἀντιρρή σεσιν· ἦ τοῦτο μόνον ἂν τῶν πάντων ἐτυραννήσαμεν. 201.2 Ἀλλ' ἐπιστέλλοις γε ἡμῖν, ὦ θαυμάσιε, καὶ τοῦτο ἕξομεν ἀντὶ σοῦ, σκιάν, ὃ δὴ λέγεται, ἀντὶ σώματος. 203.Τ ΟΥΑΛΕΝΤΙΝΙΑΝΩΙ 203.1 Ἐξελαυνόμεθα Καρβάλης 20ἀνοσιώτατα20, συγχρή σομαι γὰρ τῷ τῆς τραγῳδίας, μικρὸν ἐναλλάξας. Ἐξελαυ νόμεθα δὲ λόγῳ μὲν οὐδαμῶς, ἔργῳ δὲ καὶ πάνυ σφοδρῶς. 203.2 Πολλῷ γὰρ βέλτιον ἦν προγράμματι κηρύξαι τὴν ὑποχώρησιν ἢ γυναιξίν, ἃς ἀντιπροσώπους ἡμῶν συνῴ κισας, τὸ σεμνὸν τοῦ βίου περικόπτων καὶ καθημερινὴν ἀσχημοσύνην καὶ βλασφημίαν παραζευγνὺς παρὰ τῶν ῥᾳδίως ἐπηρεαζόντων τοῖς οὕτω ζῆν ἑλομένοις, ὥσπερ ἡμεῖς. 203.3 Εἰ δὲ μὴ τολμηρὸν εἰπεῖν, καὶ ἡμᾶς τοῦ παραδείσου διὰ τῆς Εὔας ἐκβέβληκας. Ῥᾴδιον μὲν γὰρ εὑρεῖν εὐπρεπές τι καὶ ἀφοσιώσασθαι καὶ δόξαι δίκαια λέγειν, ὡς οὔτε ἐξωθούμεθα παρὰ σοῦ καὶ τιμώμεθα γειτνιᾶν ἡμῖν θέλοντος· 203.4 προσθήσεις δὲ ἴσως, ὅτι καὶ δεξιοῦσθαι φιλικῶς τε καὶ συγγενικῶς καί τι παραπο λαύειν τῆς φιλίας τῆς ἡμετέρας. Τὸ δὲ λόγος, οὐκ ἔργον ἐστίν. 203.5 Ὑμᾶς μὲν γὰρ ἐπιδημοῦντας τῷ τόπῳ καὶ δεχόμεθα καὶ ἀσπαζόμεθα· οἰκαρχίαις δὲ γυναικῶν