1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

64

τῶν ἀπολο γήσασθαί φησιν ἕτοιμος εἶναι, τὰ δὲ ὡς ψεύδη κατεσ κεύασται δεῖξαι. Τοῦτο γὰρ καὶ ἡμᾶς ἔπεισεν, ὡς φόβῳ Θεοῦ τοὺς λόγους ποιούμενος.

221.Τ ΟΜΟΦΡΟΝΙΩΙ 221.1 Ἐπὶ τὴν σύνοδον ἡμᾶς καλεῖς· ἐγὼ δὲ ηὐχόμην

οὕτως ἔχειν τοῦ σώματος ὥστε παρεῖναι ὑμῖν καὶ αὐτό κλητος, ἵν' ἴδω τὸν ἱερὸν οἶκον ὑμῶν, τὸ Χριστοῦ κατα γώγιον, τὴν τῶν ἁγίων κλάδων ῥίζαν, τὴν ὡς ἀληθῶς 20μητέρα τέκνων εὐφραινομένην20 τε καὶ εὐφραινο μένων. 221.2 Οἶδα τοῦτο καὶ πέπεισμαι ἐν Κυρίῳ καὶ διὰ τοῦτο λέγω θαρρῶν· καὶ εἴ τι λυπηρὸν νῦν ὑμῖν ἀπήντηκεν, οὐ 20μὴ ἀποσβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ20, κἂν ταῖς αὔραις τοῦ πονηροῦ ῥιπίζηται, οὐδὲ ἡ τοῦ Θεοῦ χρηστότης ἐπὶ πλεῖον κρυφθήσεται, ἣν 20κρύπτει τοῖς φοβουμένοις αὐτὸν20 λόγοις ἀρρήτοις οἰκονομίας, ἀλλ' ἐνδοξασθήσεται μᾶλλον καὶ θαυμασθήσεται διὰ τῆς ὑμετέρας ὑπομονῆς καὶ 20τῆς μὴ καταισχυνούσης ἐλπίδος20. 221.3 Τοῦτο δὲ παραίνει καὶ τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Σακερδῶτι, μηδὲν ἀθυμεῖν μηδ' ἀνάξιον ἑαυτοῦ τι πάσχειν, ἀλλ' οὕτω τὸν καιρὸν διαθέσθαι ὡς φιλοσοφίας ὕλην τὰ λυπηρὰ λαβεῖν. 221.4 Ἔτι θεραπευσάτω τὸν τιμιώτατον ἡμῶν ἐπίσκοπον· ἔτι ῥωννύτω τοὺς ἀδελφούς, ἵνα μάλιστα μὲν μὴ καταλυθῇ τὸ ἔργον ἡμῶν ὃ προεθέμεθα ἐν Κυρίῳ, τοσοῦτόν τε ὂν καὶ οὕτω περιβόητον. 221.5 Εἰ δὲ μή, τὸ γοῦν ἐπιεικὲς δείξομεν καὶ τὸν φθόνον νικήσομεν, ὡς μηδεμίαν δεδωκότες καθ' ἑαυτῶν λαβὴν 20τοῖς20 πονη ροῖς 20ματαίως ἡμῖν ἐχθραίνουσιν20. 222.Τ ΘΕΚΛΗΙ 222.1 Ὥρμησα μὲν καὶ αὐτὸς πρὸς τὴν σὴν εὐλάβειαν, καίπερ ἀσθενοῦντος ἡμῖν τοῦ σώματος, ἐπισκεψόμενός τε ὁμοῦ καὶ τῆς καρτερίας ἐπαινεσόμενος, ἣν ἐπὶ τῷ μακα ριωτάτῳ ἀδελφῷ σου φιλοσοφεῖς· τοῦτο γὰρ οὐκ ἀμφί βολον. 222.2 Ἐπειδὴ δὲ ὑπό τινος περιστάσεως ἐκωλύθην, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα καὶ συμφιλοσοφήσω σοι διὰ βραχέων τὰ σά. 222.3 Πόθεν ὁ καλὸς Σακερδὼς ἡμῖν, ὁ γνήσιος τοῦ Θεοῦ παραστάτης καὶ νῦν καὶ πρότε ρον; Ἐκ Θεοῦ. Ποῦ δὲ νῦν Σακερδώς; Πρὸς Θεόν, οὐκ ἀηδῶς ὑποχωρήσας, εὖ οἶδα, τῷ φθόνῳ καὶ τοῖς τοῦ πονηροῦ παλαίσμασι. 222.4 Πόθεν δ' ἡμεῖς; Οὐκ ἐκεῖθεν; Ποῦ δ' ἡμεῖς ἀναλύσομεν; Οὐ πρὸς τὸν αὐτὸν ∆εσπότην; Καὶ εἴθε μετ' ἴσης τῆς παρρησίας. Τοῦ αὐτοῦ προσκυνηταὶ καὶ παρήχθημεν καὶ μεταχθησόμεθα, ὀλίγα ἐνταῦθα κακοπαθήσαντες, ὥς γε πρὸς τὴν ἐκεῖθεν ἐλπίδα, καὶ ἴσως ἵνα γνῶμεν τὴν χάριν, ἐξ ὧν ἐνταῦθα πεπόνθαμεν. 222.5 Πατήρ, μήτηρ, ἀδελφός, οἱ προειληφότες, τί τοῦτό ἐστιν; Ἀριθμὸς ἐπαινετῶν ὁδοιπόρων. Τούτοις ἀκολου θήσει καὶ Θέκλα μετὰ μικρόν, ἡ τοῦ Θεοῦ δούλη καὶ ἀπαρχὴ τῶν καλῶν, ὀλίγον ὑπομείνασα, ὅσον ἐκείνους τε τιμῆσαι τῇ καρτερίᾳ καὶ πολλοῖς ὑπόδειγμα γενέσθαι τῆς περὶ ταῦτα φιλοσοφίας. 222.6 Ἐπαινῶμεν οὖν τὴν αὐτὴν δεσποτείαν καὶ δεχώμεθα τὴν οἰκονομίαν τῶν πολλῶν ὑψηλότερον. Ταῦτα ἔχε νῦν ἀνθ' ἡμῶν καὶ τούτοις σύνεσο τοῖς λογισμοῖς, εἰ καὶ κρείττονας παρὰ σεαυτῇ ἀνευρίσκεις. 222.7 Εἰ δέ σε καὶ κατ' ὄψιν ἰδεῖν καταξιωθείημεν μετὰ παντὸς τοῦ σοῦ καὶ περὶ σὲ πληρώματος, πλείων ἡ χάρις τῷ εὐεργέτῃ. 223.Τ ΤΗΙ ΑΥΤΗΙ 223.1 Ἀλγεῖς ἀπολειφθέντων ἡμῶν, ὡς εἰκός· ἡμεῖς δὲ πλέον ἐπὶ τῷ χωρισμῷ τῆς σῆς εὐλαβείας. Πλὴν εὐχα ριστοῦμεν τῷ Θεῷ μέχρι σοῦ φθάσαντες, καὶ οὐκ ἐμεμψά μεθα τῷ κόπῳ. 223.2 Εἴδομεν γάρ σου τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως καὶ τὴν ἐπαινετὴν ἐρημίαν καὶ τὸν φιλόσοφον ἰδιασμόν, ὅτι πάντων χωρισθεῖσα τῶν τοῦ κόσμου τερπνῶν Θεῷ μόνῳ συνέκλεισας ἑαυτὴν καὶ τοῖς ἁγίοις μάρτυσιν, οἷς παροικεῖς, καὶ προσήγαγες τῷ Θεῷ καὶ προσάγεις μετὰ τῶν ἀγαπητῶν σου τέκνων 20θυσίαν ζῶσαν, εὐάρεστον20. 223.3 Ταῦτα οὖν ἔστω σοι καὶ παρα μυθία τῶν λυπηρῶν, ἐπεὶ καὶ ∆αυῒδ ὁ μέγας ἐγκρύπτει τοῖς ἐκεῖθεν ἀγαθοῖς, εἰς ἃ πέμπει τοὺς λογισμούς, τὰ ἐντεῦθεν ὀδυνηρά, ὅταν λέγη· 20Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν20· καὶ οὐκ ἀποτίθεται μόνον τὸ ἀλγεινὸν ὅταν