1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

66

σώματος. ∆ιὰ τοῦτό σοι πρόσιμεν διὰ τῶν γραμμάτων καὶ τῇ προσηγορίᾳ δεξιούμεθα. 225.3 Ἐπεὶ δὲ καὶ δωρο φορεῖν ἔδει τι, τοῦτο προσφέρομεν, Μάμαντα τὸν ἀνα γνώστην, ὄντα μὲν ἀπὸ στρατιώτου πατρός, καθιερωθέντα δὲ τῷ Θεῷ διὰ τὸν τρόπον. 225.4 Ἄφες τῷ Θεῷ καὶ ἡμῖν, ἀλλὰ μὴ συναριθμήσῃς τοῖς πλάνησι, καὶ δὸς ἔγγραφον τὴν ἐλευθερίαν ἵνα μηδὲ ὑπ' ἄλλων ἐπηρεάζηται. ∆ώσεις γὰρ σεαυτῷ δεξιὰς τὰς τοῦ πολέμου καὶ τῆς στρατηγίας ἐλπίδας. Ναί, παρακαλῶ, τούτου φρόντισον. 225.5 Οἷς γὰρ τὰ μέγιστα ἐν χερσὶ καὶ ἐν οἷς τὸ πᾶν ταλαντεύεται, τούτοις μάλιστα φροντιστέον Θεοῦ καὶ τῆς ἐκεῖθεν ἐπικουρίας. 226.Τ ΑΝΥΣΙΩΙ 226.1 Ἧκεν ἡμῖν παρὰ σοῦ γράμματα τήν τε ὑγίειαν δηλοῦντα καὶ ὅτι σοι κατὰ νοῦν ἐξέβη τὰ τῆς ἐκδημίας. Καὶ πᾶσα τῷ Θεῷ χάρις. Εἰ δὲ καὶ ἡμεῖς ἔχοιμέν τι τοιοῦτον περὶ ἡμῶν ἐπιστέλλειν, πλείων ἡ χάρις. 227.Τ ΟΥΡΣΩΙ 227.1 Ἡδὺ μὲν τὸ προσαγορεύειν τοὺς φίλους· τὸ δὲ καὶ διὰ φίλων, ἥδιον. Ὧν ἐστιν ὁ τιμιώτατος υἱὸς ἡμῶν Ἀνύσιος, ὃς καὶ τὴν ὑγίειαν ὑμᾶς εὐαγγελίσεται τὴν ἡμετέραν, εἴπερ ὑγίεια τοῦτό ἐστιν ἡ βραχεῖα πρὸς τὸ κρεῖττον ῥοπή, καὶ περὶ ὧν ἠξιώθη κοινώσεται. 227.2 Ὡς τό γε μέχρις ὑμῶν γενέσθαι, ὅπερ ἐπιζητεῖτε φιλικῶς καὶ γνησίως, καὶ ἀγάπης ἀπολαῦσαι τῆς ὑμετέρας, ἐμοὶ μὲν ἥδιστον, εὖ ἴσθι, καὶ οἷον οὐκ ἄλλο τι τῶν σπουδαζομένων, ὡς ἴσασιν οἷς βοῶμεν τὴν ὑμετέραν δεξίωσιν. 227.3 Εἰ δὲ καὶ δυνατόν, ἢ καὶ ἄλλως εὐπρεπές, ἡ σὴ δοκιμάσει σύνεσις, μή πως ἀκαιρίαν καταγνωσθῶμεν καὶ φορτικοί τισι δόξωμεν, ὡς ἄνευ λόγου παραφανέντες καὶ προδήλου τινὸς αἰτίας. 227.4 Ἐπειδὴ μὴ πείθομεν τοὺς πολλοὺς ὡς ἀδόλως φιλοσοφοῦμεν, καὶ πάντα δίδομεν Θεῷ τὰ ἡμέτερα. 228.Τ ΠΑΝΣΟΦΙΩΙ 228.1 Τίς οὐκ ἐπαινεῖ φυτὸν ἄρτι βρύον τοῖς ἄνθεσι; Τίνα οὐκ εὐφραίνει λήϊον ἄρτι δεσμούμενον καὶ στάχυν ὥριμον ὑπισχνούμενον; Τίνα δὲ οὐ νεοτελὴς ψυχή, ἄρτι Θεῷ κοσμουμένη καὶ τὰς χοϊκὰς ἀποσείεσθαι πέδας ἀρχομένη, ἵνα μετὰ Θεοῦ γένηται καὶ ἴδῃ τὴν ἀλήθειαν ὧν νῦν τὰς σκιὰς ὁρῶμεν; 228.2 Χαίρω μὲν οὖν διὰ ταῦτα διαφερόντως τῷ ἀγαπητῷ ἀδελφῷ καὶ συνδιακόνῳ ἡμῶν Εὐαγρίῳ, οὐκ ἀγεννῶς αὐτὸν ὁρῶν φιλοσοφίᾳ προσβαί νοντα· ἐπειδὴ φιλοσοφία καὶ τὸ σοφίας ἐρᾶν. 228.3 Χαίρω δὲ ὅτι μοι καὶ τὴν σὴν προξενεῖ φιλίαν, καὶ ἔτι χαρήσομαι ἐὰν ἐπιστέλλῃς πλείονα καὶ πλείοσιν ἡμᾶς ἀμείβοιο τοῖς τῆς φιλίας γνωρίσμασιν. 229.Τ ΤΩΙ ΑΥΤΩΙ 229.1 Ὅσον Ἰβήρων καὶ ἡμῶν τὸ μέσον, ἡμερῶν οὐκ ὀλίγων ὁδός· ἀλλ' ἡ φιλία καὶ τὰ διεστῶτα ποιεῖ πλησίον. Τὰ δὲ σύμβολα τῆς ἑορτῆς, ὡς ἡδέα· τὸ δὲ τῆς κλήσεως, ὅσον, καὶ τὸ ποθεῖν τὴν συντυχίαν τὴν ἡμετέραν. 229.2 Τί οὖν ἀντὶ τούτων ἐπεύξομαί σοι τοσοῦτον ἀγαθόν; Εἴης τοιοῦτος· εἰ δὲ δεῖ τι καὶ μεῖζον εἰπεῖν, σαυτὸν ὑπερ βάλλοις. 230.Τ ΘΕΟ∆ΟΣΙΩΙ 230.1 Μιμούμεθα τοὺς ζωγράφους, οἳ ταῖς σκιαῖς τὰ σώματα προχαράσσοντες δευτέρᾳ καὶ τρίτῃ χειρὶ ταύτας ἀπακριβοῦσι καὶ τελειοῦσι τοῖς χρώμασι. 230.2 Πρὸς τί βλέπει μοι τὸ παράδειγμα; Ἦν ἡμῖν πρὸς ἀλλήλους φιλία καθαρά τε καὶ ἄδολος, -πρᾶγμα τῶν σπανίων νῦν μάλιστα καὶ παρ' ὀλίγοις εὑρισκόμενον, -καὶ ταύτην ἡμῖν ἐποίει οὔτε συγγένεια τοσοῦτον οὔτε κοινωνία πατρίδος οὔτε ὅ φησιν Ὅμηρος 20ὁμηλικίη ἐρατείνη20, ὅσον ὁμοτροπία καὶ τὸ τοῖς αὐτοῖς χαίρειν, ὃ μάλιστα πήγνυσι τὰς φιλίας καὶ βεβαιοτέρας ἐργάζεται. 230.3 Νῦν καὶ τὰ γένη συνάπτεται (σὺν Θεῷ δὲ ὁ λόγος), ἵνα τῇ φιλίᾳ προσθήκη γένηται καὶ μᾶλλον ὦμεν ἀλλήλων, καὶ τοῦτο πραγματεύεται φίλτρῳ δικαίῳ βοηθῶν ὁ Θεός. 230.4 Ἔχε οὖν καὶ ἡμᾶς διὰ τοῦ γλυκυτάτου υἱοῦ ἡμῶν Εὐφημίου, καὶ ἔχομεν ὑμᾶς διὰ τῆς γλυκυτάτης ὑμῶν θυγατρός. 230.5 Τὸ δ' ἑξῆς, οὐκ οἶδα ὑπὲρ τίνος μᾶλλον ἢ τίνι διαλεχθῶ, ὑπὲρ τοῦ νέου τῇ ὑμετέρᾳ τιμιότητι, ἢ τῷ νέῳ περὶ ὑμῶν. Εὔνοια γὰρ πατρὸς τέκνοις ὁμότιμον. 230.6 Πλὴν ἐπεύχομαι ὑμῖν ἐπὶ παντὶ βελτίστῳ γενέσθαι τὴν συζυγίαν καὶ οἵαν εἰκός, Θεοῦ συναρμόζοντος. 231.Τ ΕΥΣΕΒΙΩΙ 231.1 Εὐώπιον ἡ φιλτάτη, καὶ γάμου καιρός, καὶ βίου κρηπίς, καὶ πατέρων εὐχαὶ πληρούμεναι. Ἡμεῖς δὲ ἄπεσμεν,