1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

74

πρότερον γεγενημένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τὴν τύφουσαν ἀμετρίαν· οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι προσήκει καὶ παρ' ἡμῶν γενέσθαι, ὡς ἂν μάθοι ἄνθρωπος ὢν καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων ὕβρεως καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. 249.28 Ἰδοὺ γὰρ ἀληθὲς εἶναι δεδόσθω (λέγω δὲ καθ' ὑπόθεσιν) γεγενῆσθαι παρ' ἐμοῦ τι λυπηρὸν κατ' ἐκείνου· ποῖον συνέστη καθ' ἡμῶν ἐπὶ τοῖς γενομένοις ἢ ὑπονοουμένοις κριτήριον; Τίς ἀπόδειξις τὴν ἀδικίαν ἀπήλεγξεν; Τίνες κανόνες καθ' ἡμῶν ἀνεγνώσθησαν; Ποία ἔννομος ἐπισ-κόπου ἀπόφασις τὴν καθ' ἡμῶν κρίσιν ἐκύρωσεν; 249.29 Εἰ δέ τι καὶ ἐγεγόνει τούτων ἐννόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν· ὕβριν δὲ κατὰ ἐλευθερίας καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτίμων ποῖοι κανόνες ἐνομοθέτησαν; 249.30 20Κρίμα δίκαιον κρίνατε20 οἱ πρὸς Θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὴν ἡγεῖσθε τὴν καθ' ἡμῶν ἀτιμίαν; 249.31 Εἰ κατὰ τὴν ἱερωσύνην τὸ ἀξίωμα κρίνοιτο, ἴση παρὰ τῆς συνόδου καὶ μία γέγονεν ἀμφοτέροις ἡ προνομία, μᾶλλον δὲ ἡ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως, ὡς ἐν τούτῳ τὸ ἴσον ἔχειν. 249.32 Εἰ δέ τινες ἡμᾶς γυμνοὺς τοῦ κατὰ τὴν ἱερωσύνην ἀξιώματος ἐφ' ἑαυτῶν βλέποιεν, τί τοῦ ἑτέρου πλέον ἔχει ὁ ἕτερος; Γένος; Παίδευσιν; Ἐλευθερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοκιμωτάτους; Γνῶσιν; Ταῦτα ἢ ἐν τῷ ἴσῳ καὶ παρ' ἡμῖν ἔστιν εὑρεῖν ἢ πάντως οὐκ ἐν ἐλάσσονι. 249.33 Ἀλλὰ πλοῦτον λέγει; Μὴ γένοιτο εἰς ἀνάγκην ἐλθεῖν ταῦτα περὶ αὐτοῦ διηγήσασ- θαι. Ἦ τοσοῦτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἦν τὸ κατ' ἀρχὰς καὶ νῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς τοῦ μέχρι τοῦ παρόντος καθ' ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν ἐπιτηδευμάτων αὐξομένου τε καὶ τρεφομένου. 249.34 Τίς οὖν τῆς καθ' ἡμῶν ὕβρεως ἡ ἐξουσία, εἰ μήτε γένους ὑπεροχὴ μήτε ἀξιώματος περιφάνεια μήτε δύναμις ὑπερ-βάλλουσα λόγων, μηδὲ ἔστιν εὐεργεσία τις προϋπάρξασα; 249.35 Ὁπότε καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν ἦν τὸ κατὰ τὴν ὕβριν ἐπὶ τῶν ἐλευθέρων ἀσύγγνωστον· μηδενὸς δὲ τούτων ὄντος οὐκ οἶμαι καλῶς ἔχειν τὴν τοσαύτην τοῦ τύφου νόσον περιιδεῖν ἀθεράπευτον. Θεραπεία δέ ἐστι τὸ ἐπικλῖναι τὴν ὑπερηφανίαν καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μικρὸν διαπνευσθέντος τοῦ κατὰ τὸν τῦφον φυσήμα-τος· ὅπως δ' ἂν γένοιτο τοῦτο, Θεῷ μελήσει.