1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ἄνους ὁ ἄνθρωπος, παυσάσθωσαν ὄντως ἀνοηταίνοντες. 101.36 Ἀλλ' ἤρκει, φησίν, ἡ θεότης ἀντὶ τοῦ νοῦ. Τί οὖν πρὸς ἐμὲ τοῦτο; Θεότης γὰρ μετὰ σαρκὸς μόνης οὐκ ἄνθρωπος, ἀλλ' οὐδὲ ψυχῆς μόνης, οὐδὲ ἀμφοτέρων χωρὶς τοῦ νοῦ, ὃ καὶ μᾶλλον ἄνθρωπος. Τήρει οὖν τὸν ἄνθρωπον ὅλον καὶ μῖξον τὴν θεότητα, ἵνα με τελέως εὐεργετῇς. 101.37 Ἀλλ' οὐκ ἐχώρει, φησί, δύο τέλεια. Οὐδὲ γάρ, εἴπερ σωματικῶς σκοπεῖς. Ἀγγεῖον γὰρ μεδιμναῖον οὐ χωρήσει διμέδιμνον, οὐδὲ σώματος ἑνὸς τόπος δύο ἢ πλείω σώματα· 101.38 εἰ δὲ ὡς νοητὰ καὶ ἀσώματα, σκόπει ὅτι καὶ ψυχὴν καὶ λόγον καὶ νοῦν καὶ Πνεῦμα ἅγιον ὁ αὐτὸς ἐχώρησα καὶ πρὸ ἐμοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ὁ κόσμος οὗτος, τὸ ἐξ ὁρατῶν λέγω καὶ ἀοράτων σύστημα. 101.39 Τοιαύτη γὰρ ἡ τῶν νοητῶν φύσις, ἀσωμάτως καὶ ἀμερίστως καὶ ἀλλήλοις καὶ σώμασι μίγνυσθαι. Ἐπεὶ καὶ φωναὶ πλείους ἀκοῇ μιᾷ χωρηταί, καὶ ὄψεις πλειόνων τοῖς αὐτοῖς ὁρατοῖς, καὶ ὀσφραντοῖς ὄσφρησις, οὔτε τῶν αἰσθήσεων στενοχωρουμένων ὑπ' ἀλλήλων ἢ ἐκθλιβομένων, οὔτε τῶν αἰσθητῶν ἐλαττουμένων τῷ πλήθει τῆς ἀντιλήψεως.

101.40 Ποῦ δὲ καὶ τέλειον νοῦς ἀνθρώπου ἢ καὶ ἀγγέλου 101.40 συγκρίσει θεότητος, ἵνα τὸ ἕτερον ἐκθλιβῇ παρουσίᾳ τοῦ μείζονος; Οὐδὲ γὰρ αὐγή τις πρὸς ἥλιον, οὐδὲ νοτὶς ὀλίγη πρὸς ποταμόν, ἵνα τὰ μικρὰ προανέλωμεν, οἴκου μὲν αὐγήν, γῆς δὲ νοτίδα, καὶ οὕτω χωρηθῇ τὰ μείζω καὶ τελεώτερα. 101.41 Πῶς γὰρ χωρήσει δύο τέλεια, οἶκος μὲν αὐγὴν καὶ ἥλιον, γῆ δὲ νοτίδα καὶ ποταμόν, τοῦτο διασκεψώμεθα· καὶ γὰρ πολλῆς ὄντως τὸ πρᾶγμα φροντίδος ἄξιον. 101.42 Ἢ ἀγνοοῦσιν ὅτι τὸ πρός τι τέλειον πρὸς ἕτερον ἀτελές, ὡς βουνὸς πρὸς ὄρος καὶ κόκκος νάπυος πρὸς κύαμον, ἤ τι ἄλλο τῶν μειζόνων σπερμάτων, κἂν τῶν ὁμογενῶν μεῖζον λέγηται· εἰ δὲ βούλει, ἄγγελος πρὸς Θεόν, καὶ πρὸς ἄγγελον ἄνθρωπος; 101.43 Τέλειον οὖν ὁ ἡμέτερος νοῦς καὶ ἡγεμονικόν, ἀλλὰ ψυχῆς καὶ σώματος, οὐχ ἁπλῶς τέλειον, Θεοῦ δὲ δοῦ λον καὶ ὑποχείριον, ἀλλ' οὐ συνηγεμονικὸν οὐδὲ ὁμότιμον. 101.44 Ἐπεὶ καὶ Μωϋσῆς Φαραὼ μὲν θεός, Θεοῦ δὲ θεράπων, ὡς ἀναγέγραπται· καὶ ἀστέρες νύκτα μὲν περιλάμπουσιν, ἡλίῳ δὲ κρύπτονται, ὡς μηδ' ὅτι εἰσὶν ἡμέρᾳ γνωρίζεσθαι· 101.45 καὶ λαμπὰς ὀλίγη μεγάλῃ πυρκαϊᾷ προσχωρήσασα οὔτε ἀπόλλυται οὔτε φαίνεται οὔτε χωρίζεται, ἀλλ' ὅλον ἐστὶ πυρκαϊά, τοῦ ὑπερέχοντος ἐκνικήσαντος. 101.46 Ἀλλὰ κατάκριτος, φησίν, ὁ ἡμέτερος νοῦς. Τί δὲ ἡ σάρξ; Οὐ κατάκριτος; Ἢ καὶ ταύτην ἀποσκεύασαι διὰ τὴν ἁμαρτίαν, ἢ κἀκεῖνον πρόσαγε διὰ τὴν σωτηρίαν. Εἰ τὸ χεῖρον προσείληπται, ἵν' ἁγιασθῇ διὰ τῆς σαρκώσεως, τὸ κρεῖττον οὐ προσληφθήσεται, ἵν' ἁγιασθῇ διὰ τῆς ἐνανθρωπήσεως; Εἰ ὁ πηλὸς ἐζυμώθη καὶ «νέον φύραμα» γέγονεν, ὦ σοφοί, ἡ εἰκὼν οὐ ζυμωθήσεται καὶ πρὸς Θεὸν ἀνακραθήσεται, θεωθεῖσα διὰ τῆς θεότητος; 101.47 Κἀκεῖνο προσθήσομεν· εἰ διέπτυσται πάντως ὁ νοῦς ὡς ἁμαρτητικὸς καὶ κατάκριτος, καὶ διὰ τοῦτο σῶμα μὲν προσείληπται, νοῦς δὲ παραλέλειπται, συγγνώμη τοῖς πταίουσι περὶ νοῦν. Μαρτυρία γὰρ Θεοῦ σαφῶς ἔδειξε τὸ τῆς θεραπείας ἀδύνατον. 101.48 Εἴπω τὸ μεῖζον; Σὺ μὲν διὰ τοῦτο ἀτιμάζεις, ὦ βέλτιστε, τὸν ἐμὸν νοῦν, ὡς σαρκολάτρης, εἴπερ ἀνθρωπολάτρης ἐγώ, ἵνα συνδήσῃς Θεὸν πρὸς σάρκα, ὡς οὐκ ἄλλως δεθῆναι δυνάμενον, καὶ διὰ τοῦτο ἐξαιρεῖς τὸ μεσότοιχον. 101.49 Ὁ δὲ ἐμὸς λόγος τίς, τοῦ ἀφιλοσόφου καὶ ἀπαιδεύτου; Ὁ νοῦς τῷ νοῒ μίγνυται, ὡς ἐγγυτέρῳ καὶ οἰκειοτέρῳ καὶ διὰ τούτου σαρκὶ μεσιτεύοντος θεότητι καὶ παχύτητι.

101.50 Τίς δὲ καὶ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως ἴδωμεν, εἴτ' οὖν σαρκώσεως, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ Θεός, ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπε τάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρὸς καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον.