1

 2

2

Μέντοιγε οὖν πεφιλολογότας εἰδέναι χρὴ τὸ τοῖς πολλοῖς ἄδηλον, ὡς ψυχὴ ἀποῤῥαγεῖσα ἐκ τοῦ σώματος καὶ τῶν τοῦ σώματος ἀπηριθμημένων μορίων, καὶ γυμνὴ καθ' ἑαυτὴν ἐν ἀσαρκίᾳ καὶ ἀς...μασίᾳ οὖσα, οὔτε μέμνηται λοιπὸν, οὔτε γεωργεῖ καθῶς μαρτυρεῖ ὁ εἰπὼν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογ... (forte διαλογισμοὶ) αὐτοῦ. Ζητήσεις δὲ, σοφὲ, κατὰ τὸν τόπον γενόμενος ἐπι μελῶς τὸν περὶ ...χῆς (forte ψυχῆς) λόγον. Τὸ διὰ τοῦτο καὶ τοῖς πολλοῖς ἄληπτον ὁμοῦ τε καὶ ἄλυτον ... τε καὶ πῶς ψυχὴ ἀσώματος χωρίζεται τοῦ σώματος, καὶ ἐν τῷ τῆς ψυχῆς χωρισμῷ θάνατος οὐ γίνεται· εἷς γάρ ἐστι καὶ μόνος ψυχῆς χωρισμὸς ἀπὸ σώματος. Ἐπίστησον δὲ μετὰ πάν των τοῦτο· πόθεν καὶ τίνος χάριν οἱ μὲν τῶν ἀν θρώπων φυσικῶς, καὶ οὐκ ἔκ τινος ἀσκήσεως, ἐξ αὐτῆς τῆς νεαρᾶς αὐτῶν νηπιότητος οἱ μὲν ὀξεῖς, οἱ δὲ πραεῖς, οἱ δὲ φιλήδονοι, καὶ ἄλλοι σώφρονες, καὶ ἄλλοι ἥσυχοι, ἕτεροι δὲ ταραχώδεις· καὶ οἱ μὲν φρόνιμοι, οἱ δὲ ἀκεραιότεροι, καὶ οἱ μὲν δόλιοι, οἱ δὲ ἄφρονες, καὶ ἄλλα πλεῖστα Ἕλληνες. Φιλοσόφων ἀπαίδευτοι οἱ τὴν πολυθρύλλητον τῶν μετεώρων 36.678 ἄστρων ἀστρολογίαν μυθευσάμενοι, τήν τε εἱμαρμένην δεινῶς δογματίσαντες, τῇ διοικήσει τῶν ἄστρων, καὶ οὐ Θεῷ πάμπαν τὰ καθ' ἡμᾶς οἰακίζεσθαι δεινῶς ἐδογμάτισαν.

Οἱ δὲ τὰς εὐσυνέτους καὶ θεοσδότους ἐπιστημονικῶς καταλαβόντες ποιότητάς τε καὶ ἀληθεῖς οὐσιώδεις περὶ τῆς ἀνθρώπου φυσικῆς πραότητός τε καὶ ὀξύτητος, ἁπαλότητός τε καὶ δεινότητος, σωφροσύνης τέ φημι καὶ ἀκολασίας καὶ τῶν τοιούτων ἁπάντων φυσικῶν πλεονεκτημάτων, εὐσόφως ἔφησαν οὕτως· ὡς οὐκ ἀφ' ἑνὸς καὶ μόνου τρόπου αἱ τοιαῦται τῇ φύσει φυσικαὶ συνεπιγίνονται καὶ συναποτίκτονται γνῶμαι καὶ καταστάσεις, ἀλλὰ καὶ ἀπὸ δευτέρας τινὸς καὶ τρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης αἰτίας· καὶ πρῶτον μὲν ἀπὸ γονικῆς τῶν πα-τέρων ὁμοιότητος, δεύτερον ἐκ τῆς διαφορᾶς τῶν στοιχείων ἡμερινῆς καὶ νυκτερινῆς κινήσεως. Γνῶθι γὰρ, ὦ φιλόσοφε, ὡς τρεῖς κινήσεις ἐκ τῶν διαστημάτων τῶν τριῶν ὡρῶν τοῖς στοιχείοις ὑπάρχουσιν· ἀπὸ μὲν πρώτης ὥρας ἡμερινῆς ἄχρι τρίτης κινουμένης τῆς χολῆς, ὡς μαρτυροῦσι πολλάκις ἕωθεν ὀφθαλμοί τινων .....δέστεροι ὁρώμενοι· ἀπὸ δὲ τρίτης ἕως ἕκτης σὺν τῇ θέρμῃ τοῦ ἡλίου ..... αἵματος κινήσεις καὶ ἀναζέσεις, ὀξύτεραι καὶ πικρότεραι .....ότεραι δὲ μετὰ βρῶσιν· ἀπὸ δὲ ἕκτης ὥρας ἕως ἐνάτης, εἴωθεν ἡ τοῦ ...ματος κίνησις γίνεσθαι, καὶ οὕτω λοιπὸν ἡ τοῦ χυμοῦ ἕως ἑσπέρας.