1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

δυσώνυμος, καὶ καθ' ἑαυτοῦ πρῶτον μανεὶς, ἐκ τῆς εἰς Χριστὸν ἀθετήσεως ἀφόρητος ἤδη καὶ τοῖς ἄλλοις ἦν, οὐδ' ἐν ἴσῳ τοῖς λοιποῖς χριστομάχοις μεγαλοψύχως ἀπογραφόμενος εἰς τὴν ἀσέβειαν, ἀλλὰ κλέπτων τὸν διωγμὸν ἐν ἐπιεικείας πλάσματι, καὶ κατὰ τὸν σκολιὸν ὄφιν, ὃς τὴν ἐκείνου κατέσχε ψυχήν, παντοίαις μηχαναῖς ὑποσπῶν τοὺς ἀθλίους εἰς τὸ ἑαυτοῦ βάραθρον. 11.4 Καὶ τὸ μὲν πρῶτον αὐτοῦ τέχνασμά τε καὶ σόφισμα, πάσχοντας ὡς Χριστιανούς, ὡς κακούρ γους κολάζεσθαι, ἵνα μηδὲ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆς τυγχάνοιμεν· ἐφθόνει γὰρ καὶ ταύτης Χριστιανοῖς ὁ γεννάδας· τὸ δὲ δεύτερον, πειθοῦς ὄνομα προσεῖναι τῷ γινομένῳ, μὴ τυραννίδος, ὡς ἂν μεῖζον ᾖ τοῦ κινδύνου τὸ τῆς αἰσχύνης αὐθαιρέτως χωροῦσι πρὸς τὴν ἀσέβειαν· 11.5 καὶ τοὺς μὲν χρήμασι, τοὺς δὲ ἀξιώμασι, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ παντοίαις τιμαῖς ὑφελκόμενος, ἃς οὐδὲ βασιλικῶς προσῆγεν, ἀλλὰ καὶ λίαν δουλοπρεπῶς, ἐν ταῖς ἁπάντων ὄψεσι, πάντας δὲ τῇ γοητείᾳ τῶν λόγων καὶ τῷ καθ' ἑαυτὸν ὑποδείγματι, ἐπὶ πολλοῖς πειρᾶται καὶ Καισαρίου. Φεῦ τῆς παραπληξίας καὶ τῆς ἀνοίας, εἰ Καισάριόν τε ὄντα καὶ ἀδελφὸν ἐμὸν καὶ τῶν γονέων τούτων συλήσειν ἤλπισεν.

12.1 Ἀλλ', ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεά ματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φραξάμενος, καὶ τὸν μέγαν Λόγον ἑαυτοῦ προ βαλλόμενος, πρὸς τὸν πολὺν ἐν ὅπλοις καὶ μέγαν ἐν λόγων δεινότητι· 12.2 οὐδὲν δὲ καταπλαγεὶς πρὸς τὴν ὄψιν οὐδὲ θωπείᾳ τι καταβαλὼν τοῦ φρονήματος, ἀθλητὴς ἕτοιμος ἦν καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸν ἐν ἀμφοτέροις δυνατὸν ἀγωνίζεσθαι. 12.3 Τὸ μὲν οὖν στάδιον τοιοῦτον, καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς τοσοῦτος· καὶ ἀγωνοθέτης, ἔνθεν μὲν Χριστός, τοῖς ἑαυτοῦ πάθεσι τὸν ἀθλητὴν ἐξοπλίζων, ἐκεῖθεν δὲ δεινὸς τύραννος, τῇ τῶν λόγων οἰκειότητι προσσαίνων καὶ τῷ τῆς ἐξουσίας ὄγκῳ δεδιττόμενος· 12.4 θέατρον δὲ ἀμφοτέρωθεν, τῶν τε τῇ εὐσε βείᾳ λειπομένων ἔτι καὶ τῶν ὑπ' ἐκείνου συνηρπασ μένων, ὅπη νεύσῃ τὰ κατ' αὐτοὺς ἀποσκοπούντων, ὅστις νικήσειε πλείω τὴν ἀγωνίαν ἐχόντων ἢ περὶ οὓς τὸ θέατρον.

13.1 Ἆρ' οὐκ ἔδεισας περὶ Καισαρίου, μή τι πάθῃ τῆς προθυμίας ἀνάξιον; «Ἀλλὰ θαρσεῖτε»· μετὰ Χριστοῦ γὰρ ἡ νίκη, τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ' ἕκαστον τῶν τότε ῥηθέντων ἢ προτεθέντων ἐκδιηγεῖσθαι τὰ νῦν ἐγὼ μέν, εὖ ἴστε, τοῦ παντὸς ἂν ἐτιμησάμην· καὶ γὰρ καὶ λογικάς τινας ἔστιν ἃς ἔχει στροφὰς καὶ κομψείας ὁ λόγος, ἐμοὶ γοῦν οὐκ ἀηδεῖς εἰς μνήμην· ἔξω δ' ἂν εἴη παντελῶς τοῦ καιροῦ καὶ τοῦ λόγου. 13.2 Ὡς δὲ πάσας αὐτοῦ τὰς ἐν τοῖς λόγοις πλοκὰς διαλύσας, καὶ πεῖραν ἅπασαν ἀφανῆ τε καὶ φανερὰν ὥσπερ τινὰ παιδιὰν παρωσάμενος, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ τὸ Χριστιανὸς εἶναί τε καὶ μένειν ἀνεκήρυξεν, οὐδὲ οὕτω μὲν παντελῶς ἀποπέμπεται· 13.3 καὶ γὰρ δεινὸς ἔρως εἶχε τὸν βασιλέα τῇ Καισαρίου παιδεύσει συνεῖναι καὶ καλλωπίζεσθαι· ἡνίκα καὶ τὸ περιβόητον τοῦτο ἐν ταῖς τῶν πάντων ἀκοαῖς ἐφθέγξατο· «Ὢ πατρὸς εὐτυχοῦς, ὢ παίδων δυστυχῶν»· ἐπειδὴ καὶ ἡμᾶς ἠξίωσε τιμῆσαι τῇ κοινωνίᾳ τῆς ἀτιμίας, ὧν καὶ τὴν παίδευσιν Ἀθήνῃσιν ἔγνω καὶ τὴν εὐσέβειαν. 13.4 ∆ευτέρᾳ δὲ εἰσόδῳ ταμιευθείς, ἐπειδή γε κατὰ Περσῶν ἐκεῖνον ἡ δίκη καλῶς ἐξώπλισεν, ἐπάνεισι πρὸς ἡμᾶς φυγὰς μακάριος καὶ τροπαιοῦχος ἀναίμακτος καὶ περιφανέστερος τὴν ἀτιμίαν ἢ τὴν λαμ πρότητα.

14.1 Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς καὶ τῆς ὑψηλῆς ἁλουργίδος καὶ τοῦ πολυτελοῦς διαδή ματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν· τούτῳ τῷ διηγήματι πλέον ἐπαίρομαι ἢ εἰ πᾶσαν ἐκείνῳ τὴν βασιλείαν ἀπεμερίσατο. 14.2 Τοῖς μὲν οὖν πονηροῖς ὑποχωρεῖ χρόνοις, καὶ τοῦτο κατὰ τὴν ἡμετέραν νομοθεσίαν, ἐνστάντος μὲν καιροῦ, διακινδυνεύειν ὑπὲρ τῆς ἀληθείας, καὶ μὴ προδιδόναι δειλίᾳ τὴν εὐσέβειαν, ἕως δ' ἂν ἐξῇ, μὴ προκαλεῖσθαι τοὺς κινδύνους