1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

ὡς τά γε μετὰ τοῦτο λαμπρὰ καὶ μεγάλα, καὶ μείζων ἢ κατὰ τὴν ἀξίαν ἐλπίς. 23.2 «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ»; Τί τὸ καινὸν τοῦτο περὶ ἐμὲ μυστήριον; Μικρός εἰμι καὶ μέγας, ταπεινὸς καὶ ὑψηλός, θνητὸς καὶ ἀθάνατος, ἐπίγειος καὶ οὐράνιος· ἐκεῖνα μετὰ τοῦ κάτω κόσμου, ταῦτα μετὰ τοῦ Θεοῦ· ἐκεῖνα μετὰ τῆς σαρκός, ταῦτα μετὰ τοῦ πνεύ ματος. 23.3 Χριστῷ συνταφῆναί με δεῖ, Χριστῷ συναναστῆ ναι, συγκληρονομῆσαι Χριστῷ, υἱὸν γενέσθαι Θεοῦ, θεὸν αὐτόν. Ὁρᾶτε ποῖ προϊὼν ἀνήγαγεν ἡμᾶς ὁ λόγος. Μικροῦ καὶ χάριν ὁμολογῶ τῷ πάθει, ᾧ τοιαῦτα ἐφιλοσόφησα, καὶ δι' ὃ μᾶλλον ἐραστὴς ἐγενόμην τῆς ἐνθένδε ἀπαναστάσεως. 23.4 Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦτο ἡμῖν ὁ ἐνανθρωπήσας δι' ἡμᾶς καὶ πτωχεύσας Θεός, ἵνα ἀνα στήσῃ τὴν σάρκα καὶ ἀνασώσηται τὴν εἰκόνα καὶ ἀναπλάσῃ τὸν ἄνθρωπον, ἵνα γενώμεθα οἱ πάντες ἓν ἐν Χριστῷ, γενομένῳ τὰ πάντα ἐν πᾶσιν ἡμῖν τελείως ὅσαπέρ ἐστιν αὐτός, ἵνα μηκέτι ὦμεν ἄρρεν καὶ θῆλυ, βάρβαρος, Σκύθης, δοῦ λος, ἐλεύθερος, τὰ τῆς σαρκὸς γνωρίσματα, 23.5 μόνον δὲ φέρωμεν ἐν ἡμῖν αὐτοῖς τὸν θεῖον χαρακτῆρα, παρ' οὗ καὶ εἰς ὃν γεγόναμεν, τοσοῦτον ἀπ' αὐτοῦ μορφωθέντες καὶ τυπωθέντες ὥστε καὶ ἀπὸ μόνου γινώσκεσθαι.

24.1 Καὶ εἴημέν γε ὅπερ ἐλπίζομεν, κατὰ τὴν μεγά λην Θεοῦ τοῦ μεγαλοδώρου φιλανθρωπίαν, ὃς μικρὰ αἰτῶν μεγάλα χαρίζεται νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον τοῖς γνησίως αὐτὸν ἀγαπῶσι· πάντα στέγοντες, πάντα ὑπομένοντες διὰ τὴν εἰς αὐτὸν ἀγάπην τε καὶ ἐλπίδα, ἐπὶ πᾶσιν εὐχαριστοῦντες, δεξιοῖς τε ὁμοίως καὶ ἀρι στεροῖς, ἡδέσι λέγω καὶ ἀνιαροῖς, ἐπειδὴ καὶ ταῦτα σωτηρίας ὅπλα πολλάκις οἶδεν ὁ λόγος, αὐτῷ παρακατα τιθέμενοι τὰς ἡμετέρας ψυχάς, τὰς τῶν προκαταλυόν των, ὥσπερ ἐν ὁδῷ κοινῇ τῶν ἑτοιμοτέρων· 24.2 ὃ δὴ καὶ αὐτοὶ ποιήσαντες, ἐνταῦθα τοῦ λόγου λήξωμεν, ἀλλὰ καὶ ὑμεῖς τῶν δακρύων, ἐπὶ τὸν τάφον ἤδη σπεύδοντες τὸν ὑμέτερον, ὃν δῶρον παρ' ὑμῶν ἔχει Καισάριος λυπηρόν τε καὶ μόνιμον, γονεῦσι μὲν ἑτοιμα σθέντα καὶ γήρᾳ κατὰ καιρόν, παιδὶ δὲ καὶ νεότητι δωρηθέντα παρὰ τὸ εἰκός, καὶ οὐκ ἀπεικὸς τῷ διέποντι τὰ ἡμέτερα. 24.3 Ὦ δέσποτα πάντων καὶ ποιητὰ καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, ὦ Θεὲ τῶν σῶν ἀνθρώπων καὶ πάτερ καὶ κυβερνῆτα, ὦ ζωῆς καὶ θανάτου κύριε, ὦ ψυχῶν ἡμετέρων ταμία καὶ εὐεργέτα, ὦ ποιῶν τὰ πάντα καὶ μετασκευάζων τῷ τεχνίτῃ Λόγῳ κατὰ καιρὸν καὶ ὡς αὐτὸς ἐπίστασαι τῷ βάθει τῆς σῆς σοφίας καὶ διοικήσεως, νῦν μὲν δέχοιο Καισάριον ἀπαρχὴν τῆς ἡμετέρας ἀποδημίας· 24.4 εἰ δὲ τὸν τελευταῖον πρῶτον, συγχωροῦμεν τοῖς σοῖς λόγοις, οἷς τὸ πᾶν φέρεται· δέχοιο δὲ καὶ ἡμᾶς ὕστερον ἐν καιρῷ εὐθέτῳ, οἰκονομήσας ἐν τῇ σαρκὶ ἐφ' ὅσον ἂν ᾖ συμφέρον· καὶ δέχοιό γε διὰ τὸν σὸν φόβον ἑτοιμα σθέντας, καὶ οὐ ταρασσομένους, οὐδὲ ὑποχωροῦντας ἐν ἡμέρᾳ τῇ τελευταίᾳ, καὶ βίᾳ τῶν ἐντεῦθεν ἀποσπωμένους, ὃ τῶν φιλοκόσμων ψυχῶν πάθος καὶ φιλοσάρκων, ἀλλὰ προθύμως πρὸς τὴν αὐτόθεν ζωὴν τὴν μακραίωνά τε καὶ μακαρίαν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.