1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

6

πολλὰς μυριάδας, τὸν σταυρὸν σχηματίζουσα. Ἡσαΐας δὲ, ὁ τῆς δόξης καὶ τῶν σεραφὶμ θεατὴς, καὶ μετ' ἐκεῖνον Ἱερεμίας, ὁ τὴν μεγάλην κατ' ἐθνῶν καὶ βασιλέων πιστευ θεὶς δύναμιν· ὁ μὲν ἀκούει θείας φωνῆς, καὶ τῆς προφητείας τῷ ἄνθρακι προκαθαίρεται· ὁ δὲ πρὸ τῆς διαπλάσεως γιγνώσκεται, καὶ πρὸ γεννή σεως ἁγιάζεται. Παῦλος δὲ διώκτης ὢν ἔτι, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκα 35.1004 λος, καὶ φωτὶ περιλάμπεται, καὶ γνωρίζει τὸν διω κόμενον, καὶ τὴν μεγάλην διακονίαν πιστεύεται, καὶ πληροῖ τοῦ Εὐαγγελίου πᾶσαν ἀκοὴν καὶ διάνοιαν.

ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμα σιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέ βειαν; Καὶ οὐ τὰ μὲν πρῶτα τοιαῦτα, καὶ οὕτως ἄπιστα καὶ παράδοξα, κατῄσχυνε δέ τι τῶν προ ϋπηργμένων τοῖς ὕστερον, ὡς ἄν τις τῶν τάχιστα κόρον τοῦ καλοῦ λαμβανόντων, εἶτα τοῦ πρόσω κατα φρονούντων, ἢ καὶ παντάπασι πρὸς κακίαν παλιν δρομούντων· οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλὰ καὶ λίαν ἑαυτοῦ καὶ τῶν προειληφότων ἔχεται, ὥστε ἀμφό τερα συναρμόζειν ἀλλήλοις, τά τε πρὸ τῆς ἱερωσύνης τοῖς ἐκείνης καλοῖς, καὶ τὰ μετ' αὐτὴν τοῖς πρότε ρον· καὶ μήτε ἄλλως ἄρξασθαι πρέπειν ἢ ὡς ἐτελεύτησε, μήτε εἰς ἄλλο προελθεῖν τέλος ἢ οὗ προήρξατο. Πιστεύεται μέν γε τὴν ἱερωσύνην, οὐ κατὰ τὴν νῦν εὐκολίαν καὶ ἀταξίαν, ἀλλὰ μικρόν τι διαλιπὼν, ὥστε τῇ καθάρσει προστεθῆναι καὶ τὴν τοῦ καθαίρειν ἐμπειρίαν καὶ δύναμιν, ὅπερ δὴ νόμος ἀκολουθίας πνευματικῆς. Ἐπεὶ δὲ πιστεύεται, πλέον ἡ χάρις δοξάζεται, ὥσπερ ὄντως Θεοῦ χάρις, ἀλλ' οὐκ ἀνθρώπων, οὐδὲ, ὅ φησιν ὁ Ἐκκλησιαστὴς, ὁρμή τις αὐτόνομος, καὶ προαίρεσις πνεύματος.

Ι ςʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποι μανθεῖσαν, ἀλλ' ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ θαυμασίῳ μὲν καὶ ἀγγελικῷ τὸν τρόπον, ἁπλουστέρῳ δὲ ἢ κατὰ τοὺς νῦν τῶν λαῶν προστά τας· τούτου δὲ τάχιστα προσληφθέντος, ἐπιπολὺ πά λιν ῥᾳθυμηθεῖσάν τε καὶ χερσομανήσασαν ἐξ ἀναρ χίας· πρῶτον μὲν τὰ ἤθη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἐξημέρωσε λόγοις τε ποιμαντικῆς ἐπιστήμης, καὶ τῷ προθεῖναι τύπον ἑαυτὸν, ὥσπερ ἀνδριάντα πνευματικὸν, εἰς κάλλος ἀπεξεσμένον πάσης ἀρίστης πράξεως. Ἔπειτα τοῖς θείοις λόγοις συντόνως ἐμμε λετήσας, καίπερ ὀψιμαθὴς τῶν τοιούτων τυγχάνων, τοσαύτην ἐντὸς ὀλίγου χρόνου σοφίαν συνελέξατο, ὥστε τά τε ἄλλα μηδενὸς λείπεσθαι τῶν ἐπὶ πλεῖστον πεπονηκότων, καὶ χάριν ἐκ Θεοῦ ταύτην λαβεῖν ἐξαί ρετον, ὀρθοδοξίας γενέσθαι πατὴρ καὶ διδάσκαλος· 35.1005 οὐ κατὰ τοὺς νῦν σοφοὺς τοῖς καιροῖς συγκλινόμε νος, οὐδὲ μέσως καὶ τεχνικῶς τοῦ καθ' ἡμᾶς λόγου προϊστάμενος, ὡς ἂν οἱ μὴ πῆξιν ἔχοντες πίστεως, ἢ καπηλεύοντες τὴν ἀλήθειαν· ἀλλ' ἦν τῶν μὲν λόγῳ δυνατῶν εὐσεβέστερος, τῶν ὀρθῶν δὲ τὴν διάνοιαν λογικώτερος· μᾶλλον δὲ λόγου τὰ δεύτερα φέρων, εὐσεβείᾳ πάντων ἐκράτει. Ἕνα μὲν Θεὸν εἰδὼς ἐν Τριάδι προσκυνούμενον, τρία δὲ εἰς μίαν θεότητα συναγόμενα· καὶ οὔτε τῷ ἑνὶ Σαβελλίζων, οὔτε τοῖς τρισὶν Ἀρειανίζων, ἢ τῷ συστέλλειν θεότητα καὶ ἀναλύειν ἀθέως, ἢ τῷ κατατέμνειν ἀνίσοις ἀλλο τριότησιν, ἢ μεγέθους, ἢ φύσεως. Οὗ γὰρ ἕκαστον ἀκατάληπτον καὶ ὑπὲρ τὴν ἡμετέραν ἐπίνοιαν, πῶς ἐνταῦθα τὸ ὑπεραῖρον ἢ νοηθήσεται, ἢ δογματισθήσε ται; Ποῦ δὲ μετρεῖται τὸ ἄπειρον, ἵν', ὃ τῶν περα τουμένων ἐστὶ, τοῦτο πάθῃ θεότης, βαθμοῖς μετρου μένη καὶ ὑποβάσεσιν;

ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύ ματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι νέαν Ἱερουσαλὴμ καὶ κιβωτὸν ἄλλην ὑπὲρ ὑδά των φερομένην, ὥσπερ ὁ μέγας ἐκεῖνος Νῶε, καὶ τοῦ δευτέρου τούτου κόσμου πατὴρ, τήνδε τὴν Ἐκκλη σίαν