1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

7

καλεῖσθαι πεποίηκε· τοῦτό τε κατακλυσμοῦ τῶν ψυχῶν, καὶ τῆς τῶν αἱρετικῶν ἐπηρείας σαφῶς ὑπεραίρουσαν· καὶ ὅσῳ πλήθει τῶν ἄλλων ἐλείπετο, τοσοῦτον εὐδοξίᾳ κρατοῦσαν· καὶ τὸ τῆς ἱερᾶς πά σχουσαν Βηθλεὲμ, ἣν οὐδὲν ἐκώλυσε καὶ μικρὰν εἶναι πόλιν, καὶ τῆς οἰκουμένης μητρόπολιν, ὡς Χριστοῦ καὶ τροφὸν καὶ μητέρα, τοῦ τὸν κόσμον καὶ ποιήσαντος καὶ νικήσαντος;

ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου· Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνι κοῖς εἰς πονηρὰν κοινωνίαν, μόνος μὲν ἐπιστεύθη τὴν διάνοιαν ἄτρωτον ἔχειν, καὶ μὴ τῷ μέλανι τὴν ψυχὴν συμμελαίνεσθαι, εἰ καὶ ἁπλότητι συνηρπάσθη, καὶ τὸν δόλον ἐκ τοῦ τῆς ψυχῆς ἀδόλου μὴ ἐφυλά ξατο· μόνος δὲ, μᾶλλον δὲ πρῶτος, τὸ στασιάζον πρὸς ἡμᾶς, ζήλῳ τῆς εὐσεβείας ἑαυτῷ τε καὶ τοῖς ἄλλοις κατήλλαξε, τελευταῖόν τ' ἀποδραμὸν, καὶ πρῶτον προσδραμὸν, αἰδοῖ τε τοῦ ἀνδρὸς, καὶ τῇ τοῦ δόγματος καθαρότητι· ὥστε καὶ τὸν πολὺν σάλον τῶν 35.1008 Ἐκκλησιῶν κατασβεσθῆναι, καὶ στῆναι τὴν καταιγίδα εἰς αὔραν, ταῖς ἐκείνου λυθεῖσαν εὐχαῖς τε καὶ παραινέσεσιν, εἴ τι δεῖ καὶ νεανιεύσασθαι, μεθ' ἡμῶν κοινωνῶν καὶ τῆς εὐσεβείας, καὶ τῆς ἐνερ γείας· οἳ πρὸς πᾶν ἀγαθὸν αὐτῷ συναιρόμενοι, καὶ οἷον παρομαρτοῦντες καὶ παραθέοντες, ἐνταῦθα πλεῖ στον μέρος συνεισενεγκεῖν ἠξιώθημεν. Ἀλλ' ὁ μὲν περὶ τούτων λόγος, μικρόν τι προεκδραμὼν, ἐνταῦθα μεινάτω.

ΙΘʹ. Τίς δ' ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον; Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισιὸν, κρεῖττον τῶν προειληφότων φαί νεται· καὶ μετὰ τούτου γίνομαι· καὶ πλεῖον ἐμοὶ τοῦ τί χρὴ παραλιπεῖν, ἢ τοῖς ἄλλοις ἐπαινέταις τοῦ τί χρὴ λέγειν ἡ ἀπορία· ὥστε μοι τρόπον τινὰ ζημίαν γίνεσθαι τὴν περιουσίαν, καὶ δοκιμάζε σθαι τὴν διάνοιαν, τὰ ἐκείνου δοκιμάζειν ἐπιχειροῦσαν, καὶ οὐκ ἔχουσαν τὸ νικοῦν εὑρεῖν τοῖς ὁμοτίμοις. Ὅπερ γὰρ ἐπὶ τῶν σταθερῶν ὑδάτων ὁρῶμεν συμβαῖ νον, ὅταν ψηφὶς ἐμπεσοῦσα κέντρον γένηται, ἄλλος ἐπ' ἄλλῳ κύκλος ἐγειρόμενος καὶ συνεχῶς ἐπιφρίσ σων ἀεὶ λύει τὸν ἔξωθεν· τοῦτο καὶ αὐτῷ μοι συμ βέβηκεν ἄντικρυς. Τὸ μὲν ἐπὶ νοῦν ἦλθε, τὸ δὲ ἐπεισ ῆλθε, τὸ δὲ ὑπεχώρησεν· καὶ κάμνω περὶ τὴν αἵρε σιν, ἀεὶ τοῦ προκαταλαβόντος ὑπεξισταμένου τῷ ἐπεισρέοντι.

Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιό τερος; τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶς καὶ ποικίλως οἰκονομῶν Θεός; Τίς δὲ πένησι, τῷ ἀτιμωτάτῳ μέρει τῆς ὁμοτίμου φύσεως, ἢ τὴν ψυχὴν συμπαθέστερος, ἢ τὴν χεῖρα δαψιλέστερος; τῷ ὄντι γὰρ ὡς οἰκονόμος ἀλλοτρίων διενοεῖτο περὶ τῶν ἰδίων, ἐπι κουφίζων τὴν πενίαν εἰς δύναμιν, καὶ δαπανώμενος, οὐ τοῖς περιττοῖς μόνον, ἀλλὰ δὴ καὶ τοῖς ἀναγκαίοις, ἥπερ δὴ σαφεστάτη φιλοπτωχίας ἀπόδειξις, καὶ δι δοὺς μερίδα, οὐ τοῖς ἑπτὰ μόνον, κατὰ τὴν τοῦ Σολομῶντος νομοθεσίαν, ἀλλ' εἰ προσέλθοι καὶ ὄγδοος, μηδὲ ἐνταῦθα μικρολογούμενος, ἀλλ' ἥδιον ἀποκτώ μενος, ἢ κτωμένους ἄλλους γινώσκομεν· ἀναιρῶν σύνδεσμον καὶ χειροτονίαν (ὅπερ ἐμοὶ δύναται μι κρολογίαν καὶ δοκιμασίαν τοῦ ληψομένου, ὅστις τε ἄξιος, καὶ ὅστις οὔ), καὶ ῥῆμα γογγυσμοῦ μετὰ τῆς ἐπιδόσεως. Ὅπερ πάσχουσιν οἱ πολλοὶ, διδόντες μὲν, τὸ δὲ προθύμως οὐ προστιθέντες· ὃ τοῦ παρέχειν μεῖζόν ἐστι καὶ τελεώτερον. Πολλῷ γὰρ βέλτιον 35.1009 εἶναι διὰ τοὺς ἀξίους ὀρέγειν καὶ τοῖς ἀναξίοις, ἢ τοὺς ἀξίους ἀποστερεῖν δέει τῶν ἀναξίων. Καὶ τοῦτο εἶναι φαίνεται, τὸ χρῆναι πέμπειν τὸν ἄρτον ἑαυτοῦ καὶ καθ' ὕδατος, ὡς οὐ παρασυρησόμενον, οὐδὲ ἀπο λούμενον τῷ δικαίῳ τούτων ἐξεταστῇ, ἀλλ' ἐν ταῦθα καταντήσοντα, οὗ πάντα κείσεται τὰ ἡμέτερα, καὶ ἀπαντήσονται ἐν καιρῷ, κἂν ἡμεῖς μὴ τοῦτο νομίζωμεν.