1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

9

σκοπεῖν, καὶ ταῦτα περὶ πολλοῦ ποιεῖσθαι, ἐξ ὧν αὐτός τε πλεί στου ἄξιος ἔσται, καὶ τοὺς ἄλλους ἕλξει δι' ἑαυτοῦ πρὸς τὸ βέλτιστον.

Κ∆ʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτα τον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλό της, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ ἄλλο τι τῶν παλαιῶν ἢ τῶν νέων κατωρθωκέναι πιστεύεται, ὡς ἕκαστος ἔτυχεν ἐκ Θεοῦ χάριτός τινος ἠξιωμένος. Ἰὼβ, τὸ ἐν τοῖς πάθεσι καρτερικὸν καὶ ἀνάλωτον· Μωσῆς καὶ ∆αβὶδ, τὸ πρᾶον· Σαμουὴλ τὸ χρηματίσαι, βλέπων τὰ ἔμπρο σθεν· Φινεὲς τὸν ζῆλον, ἀφ' οὗ καὶ ὀνομάζεται· Πέ τρος καὶ Παῦλος, τὸ σύντονον τοῦ κηρύγματος· οἱ τοῦ Ζεβεδαίου τὸ μεγαλόφωνον, ὃ καὶ βροντῆς υἱοὺς αὐτοὺς προσηγόρευσεν· καὶ τί ἂν καταριθ μοίην ἅπαντας; ἐν γὰρ εἰδόσιν ὁ λόγος. Στεφάνου δὲ καὶ τοῦ ἐμοῦ πατρὸς, οὐδὲν οὕτως, ὡς τὸ ἀπόνηρον γνώρισμα. Ὁ μὲν γὰρ οὐδὲ κινδυνεύων ἐμίσει τοὺς βάλλοντας, ἀλλ' ἐλιθάζετο μὲν, ὑπὲρ δὲ τῶν λιθαζόντων ηὔχετο, ὡς Χριστοῦ μαθητὴς, ὑπὲρ οὗ καὶ τὸ πάσχειν ἦν αὐτῷ, μεῖζον τοῦ θανάτου καρ ποφορῶν τῷ Θεῷ, τὴν μακροθυμίαν· τῷ δὲ οὐδὲν μέσον ἦν τῆς ἐπιπλήξεως καὶ τῆς ἀφέσεως, ὡς μι κροῦ καὶ κλέπτεσθαι τὸ λυποῦν τῷ τάχει τῆς συγχω ρήσεως.

ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως· ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει διὰ φιλανθρωπίαν ἐκ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον, ἀλλ' οὐ πάντη συγχωρεῖ τοῖς ἁμαρτά νουσιν, ἵνα μὴ τῇ χρηστότητι χείρους γίνωνται. Ὁ δὲ οὐδὲν ὑπεκράτει τοῖς παροξύνουσι, καίτοιγε οὐδὲ παντάπασιν ἄτρωτος ἦν θυμῷ, κἀν τοῖς πνευ ματικοῖς μάλιστα τῷ ζήλῳ νικώμενος· πλὴν εἴ που τύχοι παρεσκευασμένος καὶ ὡπλισμένος, καὶ ὡς πρὸς ἀντίπαλον τὸ λυπῆσον πόῤῥωθεν παρατεταγμέ νος. Οὕτω δὲ οὐδ' ἂν μυριάσι μετεκινήθη, τὸ δὴ λεγό μενον, καὶ τοῦτο ἐκείνου γλυκὺ τὸ πάθος. Ὁ μὲν γὰρ θυμὸς ἦν αὐτῷ, οὐ κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ἔνδοθεν ὑποσμύχων, καὶ πρὸς ἄμυναν εὐτρεπὴς, οὐδὲ εἰς ὀργὴν φθάνων ἐκ τοῦ πρώτου κινήματος, καὶ ἀντιδόσεως ἔφεσιν, ἀλλὰ κατὰ τὸ κέντρον τῆς με 35.1016 λίσσης δίχα τοῦ θανατοῦν τὸν πλησσόμενον· τὸ δὲ φιλάνθρωπον ὑπὲρ ἄνθρωπον. Τροχοὶ πολλάκις ἠπειλοῦντο καὶ μάστιγες, καὶ οἱ παραστησόμενοι πλησίον· καὶ ὁ κίνδυνος ἦν ὤτων θλίψις, ἢ πα ρειῶν ὕβρεις, ἢ πὺξ κατὰ κόῤῥης· οὕτω τὴν ἀπειλὴν διελύετο. Ἐσθὴς περιῃρεῖτο καὶ ὑποδή ματα, καὶ κατὰ γῆς ὁ κακοῦργος· εἶτα ὁ θυμὸς οὐκ ἐπὶ τὸν ἠδικηκότα, τὸν δὲ προθύμως ὑπουργή σαντα, ὡς κακῶν ὑπηρέτην. Πῶς ἄν τις μᾶλλον ἐφάνη χρηστὸς ὢν, ἢ Θεῷ δῶρα προσφέρειν ἄξιος; Οὐ γὰρ ἔφθανε κεκινημένος πολλάκις, καὶ ὑπεραπελογεῖτο τοῦ κινήσαντος, ἐρυθριῶν ὡς οἰκείοις, τοῖς ἐκείνου πταίσμασιν.

Κ ςʹ. ∆ρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λεί ψανον· ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι συναπήρχετο, μόνον ἀφεὶς τὸ φιλάγαθον, καὶ οὔποτε ἡλίου φανεὶς μακρότερος· οὐδὲ τὴν ἀπολλύου σαν καὶ φρονίμους ὀργὴν γεωργήσας, ἤ τι τῆς ἑαυ τοῦ κακίας ἐνσημήνας τῷ σώματι, τὸ δὲ γαληνὸν δια σώζων κἀν τῷ κινήματι. Τοιγαροῦν συνέβαινεν ἐκεί νῳ τὸ παραδοξότατον, οὐ μόνῳ μὲν ἐπιτιμᾷν, μόνῳ δὲ ὑπὸ τῶν ἐγκαλουμένων ἀγαπᾶσθαί τε καὶ θαυμά ζεσθαι, νικῶντος τοῦ χρηστοῦ τὴν θερμότητα· καὶ ὄντως τιμιώτερον εἶναι τὸ τῷ δικαίῳ παι δεύεσθαι, ἢ τῷ πονηρῷ καταλείφεσθαι· τοῦ μὲν γὰρ καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν, τοῦ δὲ καὶ τὸ χρηστὸν ὕποπτον διὰ τὸ κακόηθες. Καίπερ δὲ οὕ τως ἔχων ψυχῆς καὶ ἤθους ἁπλοϊκοῦ καὶ θεοειδοῦς, ὅμως τι τοῖς ὑβρισταῖς καὶ φοβερὸς ἦν διὰ τὴν εὐσέβειαν· μᾶλλον δὲ οὐδὲ ἄλλο τι τὸ πλῆττον ἦν, ἢ ἁπλότης καταφρονουμένη. Οὐ γὰρ ἦν αὐτὸν εὐχῆς, ἢ κατάρας προέσθαι ῥῆμα, καὶ μή τι δοῦναι παραυτί κα, ἢ ἀγαθὸν διαρκὲς, ἢ λυπηρὸν πρόσκαιρον· τὸ μὲν γὰρ ἦν ἐκ βάθους ψυχῆς, τὸ δὲ ἐπὶ χείλεσι μό νον, καὶ πατρική τις ἐπίπληξις. Πολλοῖς γέ τοι τῶν λελυπηκότων οὐδὲ ὑπερήμερος