1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

10

ἀπήντησεν ἡ ἀντίδο σις, οὐδὲ ὀπισθόπους ἡ δίκη, τοῦτο δὴ τὸ ποιητι κόν· ἀλλὰ παρ' αὐτὰ τῆς κινήσεως ἐπλήγησαν, ἐπε στράφησαν, προσῆλθον, ἐγονυπέτησαν, συγγνώμης ἔτυχον, ἀπῆλθον, ἡττημένοι καλῶς, ἀμείνους ἐγένον το, καὶ σωφρονισθέντες, καὶ συγγνωσθέντες. Ἐπεὶ 35.1017 καὶ τὸ σύγγνωμον πολλάκις μέγα πρὸς σωτηρίαν, αἰ δοῖ κατεῖργον τὸν ἀδικήσαντα, καὶ μετάγον εἰς φίλ τρον ἐκ φόβου τὴν ἀσφαλεστέραν εὔνοιαν. Ἐπαιδεύ θησαν δὲ, οἱ μὲν ὑπὸ βοῶν ἀναῤῥιφέντες τῇ ζεύγλῃ τετρυχωμένων, καὶ ἀπαντησάντων ἀθρόως, οὔπω τοῦτο πρότερον πεπονθότων· οἱ δὲ ἵπποις σφενδονη θέντες, καὶ συμπατηθέντες, τῶν εὐπειθεστάτων τε καὶ ἡμερωτάτων· οἱ δὲ πυρετοῖς ἀσχέτοις καταλη φθέντες, καὶ φαντασίαις ὧν τετολμήκασιν· οἱ δὲ ἄλ λοι ἄλλο τι παιδαγωγηθέντες, καὶ μαθόντες τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθον.

ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον· ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν; Οὐ μὲν οὖν· ἀλλ' ἦν ὁ αὐτὸς ἥμερος μὲν, εἰ καί τις ἅλλος, ἐνεργὸς δὲ κατὰ τὸ ἥμερον. ∆ύο γὰρ τούτων ὡς τὰ πολλὰ μαχομένων ἀλλήλοις καὶ ἀντικαθιστα μένων, ἁπλότητος καὶ τραχύτητος, καὶ τῆς μὲν τὸ ἥμερον ἐχούσης μετὰ τοῦ ἀπράκτου, τῆς δὲ τὸ πρα κτικὸν δίχα τοῦ φιλανθρώπου, ἐκείνῳ συνῆλθε θαυμα σίως ἀμφότερα· πράττειν μὲν, ὡς αὐστηρῷ μετὰ τῆς ἡμερότητος· ὑφίεσθαι δὲ, ὡς ἀπράκτῳ μετὰ τῆς ἐν τελείας, ἐν προστασίαις, ἐν παῤῥησίαις, ἐν εἴδει παν τὶ κυβερνήσεως. Τὸ γὰρ τοῦ ὄφεως φρόνιμον περὶ τὸ κακὸν τῷ τῆς περιστερᾶς ἀκεραίῳ περὶ τὸ καλὸν ἀναμίξας, οὔτε τὸ φρόνιμον εἴασε κακοῦργον γενέ σθαι, οὔτε τὸ ἁπλοῦν ἀνόητον· ἀλλ' ἓν ἀρετῆς εἶδος, ὡς μάλιστα ἐνῆν, ἐξ ἀμφοτέρων ἀπηκριβώσατο. Τὸν δὴ τοιοῦτον μὲν γεγονότα, οὕτω δὲ τῆς ἱερωσύνης προστάντα, τοιαύτης δὲ παρὰ πᾶσι δόξης τετυχηκό τα, τί θαυμαστὸν καὶ σημείων ἀξιωθῆναι, οἷς βεβαιοῖ Θεὸς τὴν εὐσέβειαν;

ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων· Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρ σιν καὶ τῆς μικρᾶς ἰλύος, εἴτε εἰς βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας, εἴτε εἰς παίδευσιν τῶν ἀσθε νεστέρων ἐν ἐκείνοις μανθανόντων τὸ καρτερεῖν, ἀλλὰ μὴ ἐκκακεῖν τοῖς πάθεσιν; Ἔκαμνεν οὖν, καὶ ὁ και ρὸς ἦν τὸ ἅγιον Πάσχα καὶ περιβόητον, ἡ βασί λισσα τῶν ἡμερῶν ἡμέρα, καὶ ἡ λαμπρὰ νὺξ λύουσα τὸ σκότος τῆς ἁμαρτίας, καθ' ἣν ἡμεῖς ὑπὸ πλουσίῳ φωτὶ τὴν σωτηρίαν ἡμῶν αὐτῶν ἑορτάζομεν, καὶ τῷ φωτὶ δι' ἡμᾶς νεκρωθέντι συννεκρωθέντες, καὶ ἀν ισταμένῳ συνανιστάμεθα. Ἐνταῦθα μὲν δὴ τοῦ και ροῦ τὸ πάθος· τὸ δὲ ἦν, ὡς ἐν βραχεῖ διηγήσασθαι· Πυρετὸς μὲν σφοδρὸς καὶ διακαὴς πᾶν τὸ βάθος συν έφλεγεν, ἡ δὲ δύναμις ἐπελελοίπει, τῶν σιτίων δὲ 35.1020 ἀποκέκλειστο, ὕπνος δὲ ἀπελήλατο, ἀπορίᾳ δὲ εἴχε το, καὶ παλμοῖς συνεκόπτετο. Τὰ δὲ εἴσω τοῦ στόμα τος ἅπαντα, ἥ τε ὑπερῴα, καὶ ὅσον ὑπεραιώρη ται, τοσούτοις ἕλκεσιν ἐξηνθήκει, καὶ οὕτω πι κροῖς τε καὶ συνεχέσιν, ὥστε μηδὲ ὕδατι ῥᾴδιον εἶναι τὸν πόρον, μηδὲ ἀκίνδυνον. Ἤρκουν δὲ οὔτε ἰατρῶν τέχναι, οὔτε οἰκείων εὐχαὶ καὶ λίαν προσλιπαρούντων, οὔτε θεραπεία πᾶσα προσαγομένη. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, πνέων μικρὰ καὶ ἀπεγνωσμένα, καὶ μηδὲ τῶν παρόντων ἐπαισθανόμενος, ἀλλ' ὅλος τῆς ἐκδη μίας ὢν, καὶ τῶν πάλαι ποθουμένων αὐτῷ καὶ ηὐ τρεπισμένων. Ἡμᾶς δὲ εἶχε τὸ ἱερὸν, μύστας ὁμοῦ καὶ ἱκέτας (ἐπειδὴ τῶν ἄλλων ἀπεγνώκει μεν ἁπάντων), πρὸς τὸν μέγαν ἰατρὸν καὶ τὴν τῆς νυκτὸς ἐκείνης δύναμιν καταφεύγοντας, καὶ τὴν τε λευταίαν ἐπικουρίαν· τί καὶ φῶ; ἑορτάσοντας, ἣ θρηνήσοντας; πανηγυρίσοντας, ἢ τιμήσοντας τὸν οὐκέτι ἐνταῦθα τὰ ἐπιτάφια; Ὢ τῶν δακρύων ἐκεί νων, ἃ παρὰ παντὸς ἐχέθη τοῦ λαοῦ τηνικαῦτα! ὢ φωνῶν, καὶ βοῶν, καὶ ὕμνων ταῖς ψαλμῳδίαις συγκιρναμένων! Ἐζήτουν παρὰ τοῦ ἱεροῦ τὸν ἱερέα, παρὰ τοῦ μυστηρίου τὸν μυσταγωγὸν, παρὰ τοῦ Θεοῦ τὸν ἄξιον παραστάτην·