1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

11

καὶ ταῦτα ἦν, ἐξαρχού σης τῆς ἐμῆς Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον, οὐ τὸ ἐπινίκιον, ἀλλὰ τὸ ἱκέσιον, καὶ τότε πρῶτον ἀναισχυντεῖν μαθούσης ὑπὸ τοῦ πάθους, καὶ καταβοώσης τοῦ λαοῦ τε ὁμοίως καὶ τοῦ Θεοῦ· τοῦ μὲν, συναλγεῖν πασχούσῃ, καὶ προσφιλοτιμεῖσθαι τοῖς δάκρυσι· τοῦ δὲ, εἰσακούειν τῶν δεομένων, πάν των αὐτὸν τῶν πρὸ τούτου θαυμάτων (καὶ γὰρ εὑρετικὸν τὸ πάσχειν) ὑπομιμνήσκουσα.

ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός; Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ ἀκούοντες, μὴ ἀπιστοίητε δέ· οὐ γὰρ ὅσιον, ἡμῶν καὶ περὶ ἐκείνου διηγουμένων). Παρῆν ὁ τοῦ μυστηρίου καιρὸς, καὶ ἡ σεβάσμιος στάσις, καὶ τάξις, τοῖς τελουμένοις ἐφησυχάζουσα· ὁ δὲ παρὰ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ τῆς ἱερᾶς νυκτὸς διανίσταται. Μικρὸν ὑποκινεῖται πρῶτον, εἶτα στεῤ ῥότερον· εἶτα καλέσας τῶν παραμενόντων τινὰ θερα πευτὴν ἐξ ὀνόματος, μικρὰ πάνυ καὶ ἀμυδρᾷ τῇ φωνῇ, παρεῖναί τε καὶ ὀρέγειν ἐσθῆτα, καὶ χεῖρα ὑπ έχειν ἐκέλευεν. Καὶ ὃς παρῆν μετ' ἐκπλήξεως, καὶ 35.1021 ὑπηρέτει προθύμως· καὶ ὃς ὡς βακτηρίᾳ τῇ χειραγωγίᾳ χρησάμενος, μιμεῖται τὸν ἐπὶ τοῦ ὄρους Μωϋσέα καὶ τὰς παρειμένας χεῖρας εἰς εὐχὴν σχηματίσας, συντελεῖ προθύμως ἢ προτελεῖ τοῦ λαοῦ τὰ μυστήρια, ῥήμασι μὲν ὀλίγοις καὶ ὅσοις ἔσθε νεν, διανοίᾳ δὲ, ὡς ἐμοὶ δοκεῖ, καὶ λίαν τελεωτάτῃ (ὢ τοῦ θαύματος!), ἄνευ βήματος ἐπὶ βήματος, ἄνευ θυσιαστηρίου θύτης, ἱερεὺς πόῤῥω τῶν τελουμένων· καὶ ταῦτα παρῆν αὐτῷ παρὰ τοῦ ἁγίου Πνεύματος, αὐτῷ μὲν γινωσκόμενα, τοῖς παροῦσι δὲ οὐχ ὁρώμε να. Εἶτα ἐπειπὼν τὰ τῆς εὐχαριστίας ῥήματα οὕτως, ὡς σύνηθες, καὶ τὸν λαὸν κατευλογήσας, πά λιν τῆς κλίνης γίνεται, τροφῆς τε μικρόν τι προσέ μενος, καὶ ὕπνου μεταλαβὼν, ἀνακαλεῖται τὸ πνεῦμα· καὶ ταῖς κατὰ μικρὸν προσθήκαις τῆς ὑγείας συναυξηθείσης, ἡ καινὴ παρῆν ἡμέ ρα τῆς ἑορτῆς (ἣν οὕτως ὀνομάζομεν πρώτην Κυρια κὴν, μετὰ τὴν ἀναστάσιμον ταύτην ἔχοντες)· καὶ τὸ ἱερὸν καταλαβὼν σὺν παντὶ τῷ τῆς Ἐκκλησίας πλη ρώματι ἐγκαινίζει τὴν σωτηρίαν, καὶ θύει τὰ χαρι στήρια. Καί μοί τι τοῦτο τὸ ἔργον τοῦ περὶ τὸν Ἐζεχίαν θαύματος οὐκ ἀτιμότερον· ὃν ἀσθενή σαντα καὶ δεηθέντα, προσθήκῃ ζωῆς ὁ Θεὸς ἐδόξα σεν· καὶ τοῦτο ἐγνώρισε τῇ σκιᾷ τῶν ἀναβαθμῶν ἐπ αναχθείσῃ, κατὰ τὴν αὐτοῦ τοῦ σωθέντος αἴτησιν· ὁμοῦ τε τῇ χάριτι καὶ τῷ σημείῳ τὸν βασιλέα τιμῶν, καὶ τῇ προσθήκῃ τῆς ἡμέρας τὴν τῶν ἡμερῶν προσ θήκην πιστούμενος.

Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συν ηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον· ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν· ταύτην τε γὰρ τὰ εἰκότα τιμή σομεν, εἴπερ τινὰ οὖσαν τιμῆς ἀξίαν, ἐκείνῳ τε χα ριούμεθα τὴν κοινωνίαν τοῦ διηγήματος. Ἅπτε ται κἀκείνης ἀῤῥωστία τῆς πάντα καρτερικῆς, καὶ γενναίας, καὶ ἀνόσου τὸν ἅπαντα χρόνον. Πολ λῶν δὲ ὄντων τῶν λυπούντων ἵνα μὴ μακρὸν ἀποτεί νω λόγον, ἡ ἀτροφία τὸ βαρύτατον ἦν ἐπὶ συχνὰς ἡμέρας τοῦτο κινδυνευούσῃ, καὶ μηδὲν εὑρισκούσῃ τοῦ κακοῦ φάρμακον. Πῶς οὖν τρέφει ταύτην Θεός; Οὐ μάννα βρέξας, ὡς τὸ πάλαι τῷ Ἰσραήλ· ἢ πέ 35.1024 τραν ῥήξας, ἵνα πηγάσῃ λαῷ διψῶντι· ἢ κόραξιν ἑστιάσας, ὡς τὸν Ἡλίαν ἐκεῖνον· ἢ προφήτῃ μεταρσίῳ κορέσας, ὡς τὸν ∆ανιὴλ πρότερον ἐν λάκκῳ λιμώττοντα. Τίνα δὲ τρόπον; Ἔδοξεν ἐμὲ τὸν αὐτῇ φίλτα τον (προετιμᾶτο γὰρ ἡμῶν ἄλλος οὐδ' ἐν ὀνεί ρῳ), ἀθρόως ἐπιστάντα νυκτὸς, μετὰ κανοῦ, καὶ ἄρ των τῶν λαμπροτάτων, ἐπευξάμενόν τε αὐτοῖς, καὶ σφραγίσαντα, ὥσπερ φίλον ἡμῖν, θρέψαι τε καὶ ῥῶ σαι, καὶ συναγαγεῖν τὴν δύναμιν. Καὶ ἡ τῆς νυκτὸς ὄψις, ἔργον ἦν ἀληθείας· ἐξ ἐκείνου γὰρ ἑαυτῆς γί νεται καὶ τῆς χρηστοτέρας ἐλπίδος· τῷ τοῦτο δῆ λον ἐναργεῖ καὶ φανερῷ γνωρίσματι. Ἐπει δὴ γὰρ τῆς ἡμέρας ἐπιλαβούσης, εἰσελθὼν τότε πρὸς αὐτὴν ὄρθριος, πρῶτον μὲν φαιδροτέραν ἢ πρόσθεν ἐθεασάμην· ἔπειτα, πῶς ἡ νὺξ, καὶ ὅτου δέοιτο, τὰ συνήθη δὴ ταῦτα