1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

13

Τὴν κατάλυσιν δὲ πῶς ἄν τις μᾶλλον φανείη πραγματευσάμενος, ἢ δημοσίᾳ μὲν εὐχαῖς καὶ δεή 35.1028 σεσι πανδήμοις βάλλων τὸν ἀλιτήριον, καὶ οὐδὲ τὸν καιρὸν εὐλαβούμενος· ἰδίᾳ δὲ τὴν νυκτερινὴν παράτα ξιν κατ' αὐτοῦ προβαλλόμενος, χαμευνίᾳ μὲν τὰς γεραιὰς ἐκείνας καὶ δροσερὰς κατατρύχων σάρ κας, δάκρυσι δὲ πηγάζων τὸ ἔδαφος, μικροῦ καὶ εἰς ἐνιαυτὸν ὅλον· καὶ τοῦτο τῷ τῶν κρυπτῶν γνώστῃ μόνῳ φιλοσοφῶν, ἡμᾶς δὲ λανθάνειν ἐπιχει ρῶν διὰ τὸ ἀνεπίδεικτον, ὥσπερ ἔφην, τῆς εὐλαβείας; Καὶ λαθὼν ἂν ἦν παντάπασιν, εἰ μή ποτε ἀθρόως ἐπεισελθὼν ἐγὼ, καὶ χαμευνίας σύμβολα θεα σάμενος, καὶ τῶν περὶ αὐτὸν πυθόμενος, τίνα ταῦτ' ἦν, ἔγνων τῆς νυκτὸς τὸ μυστήριον.

ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα· ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζητουμένου, καὶ ἡ στάσις θερμὴ, καὶ μὴ ῥᾳδίαν τὴν λύσιν ἔχουσα. Φύσει τε γὰρ περὶ τοῦτο μάλιστα στασιώδης ἡ πόλις, διὰ θερμότητα πί στεως, καὶ τὸ τῆς καθέδρας ἐπίδοξον, πλείω τὴν φι λονεικίαν εἰργάζετο. Ταῦτα ἦν, καὶ παρῆσαν τῶν ἐπισκόπων τινὲς τὸν ἀρχιερέα δώσοντες· ὡς δὲ εἰς πλείους τοῦ δήμου διαιρεθέντος, καὶ ἄλλων ἄλλον προβαλλομένων, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαί νειν, ὡς ἕκαστος ἔτυχεν ἢ φιλίας πρός τινας ἔχων, ἢ πρὸς Θεὸν εὐλαβείας, τέλος συμφρονήσας ὁ δῆμος ἅπας, τῶν πρώτων παρ' αὐτοῖς ἕνα, βίῳ μὲν ἐξ ειλεγμένον, οὔπω δὲ τῷ θείῳ βαπτίσματι κατεσφρα γισμένον, τοῦτον ἄκοντα συναρπάσαντες, καὶ ἅμα στρατιωτικῆς χειρὸς συλλαβομένης αὐτοῖς τηνικαῦτα ἐπιδημούσης ἐπὶ τὸ βῆμα ἔθεσαν, καὶ τοῖς ἐπισκό ποις προσήγαγον, τελεσθῆναί τε ἠξίουν καὶ κηρυχθῆ ναι, πειθοῖ βίαν ἀναμίξαντες· οὐ λίαν μὲν εὐτάκτως, λίαν δὲ πιστῶς καὶ διαπύρως. Κἀνταῦθα οὐκ ἔστιν εἰπεῖν, ὅντινα εὐδοκιμώτερον ἐκείνου καὶ θεοσεβέστε ρον διέδειξεν ὁ καιρός. Τί γὰρ γίνεται, καὶ ποῖ προ ῆλθεν ἡ στάσις; Ἐβιάσθησαν, ἥγνισαν, ἀνεκήρυξαν, ἐπὶ τὸν θρόνον ἔθεσαν, χειρὶ μᾶλλον ἢ γνώμῃ καὶ διαθέσει πνεύματος· ἐδηλώθη δὲ τοῖς μετὰ ταῦτα. Ὡς γὰρ ἀπηλλάγησαν ἄσμενοι, καὶ γνώμης ἐγένοντο κύριοι, βουλὴν βουλεύονται σὺν ἀλλήλοις, οὐκ οἶδα μὲν εἰ πνευματικὴν, βουλεύονται δ' ὅμως, μηδὲν κύριον ἡγεῖσθαι τῶν πεπραγμένων, μηδὲ τὴν κατά στασιν ἔγκριτον· τήν τε βίαν ἐπικαλοῦντες αὐτῷ, μηδὲν ἧττον βιασθέντι, καὶ ῥημάτων λαμβανόμενοί τινων, ὡς εἰρημένων τηνικαῦτα προπετέστερον ἢ σο φώτερον. Οὐ μὴν ὁ μέγας ἀρχιερεὺς, καὶ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς, ἢ συναπήχθη τοῖς ταῦτα βουλευομένοις, ἢ τὴν γνώμην ἐπῄνεσεν· ἀλλ' ἔμεινεν 35.1029 ἀκλινὴς καὶ ἀήττητος, οὐδέν γε ἧττον ἢ μηδὲ βιασθεὶς ὅλως. Χρῆναι γὰρ, κοινῆς οὔσης τῆς βίας, ἢ κατηγοροῦντας ἀντικατηγορεῖσθαι, ἢ ἀφιέντας ἀφίε σθαι, ἢ τό γε δικαιότερον, μήτ' ἀφιέντας ἀφίε σθαι. Εἰ μὲν γὰρ αὐτοὺς εἶναι συγγνώμης ἀξίους, κἀκεῖνον πάντως· εἰ δὲ μηδαμῶς ἐκεῖνον, σχολῇ γὰρ ἂν αὐτούς. Πολλῷ γὰρ βέλτιον εἶναι, τότε κινδυνεύειν καὶ ἀντιτείνειν μέχρι παντὸς, ἢ ὕστερον ἐπιβου λεύειν, κἀν τούτῳ τῷ καιρῷ μάλιστα, ἡνίκα καὶ τὰς οὔσας ἔχθρας καταλύειν ἄμεινον ἦν, ἢ τὰς οὐκ οὔσας περινοεῖν· εἶχε γὰρ οὕτως.

Λ∆ʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς· ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέραν ἐκείνην, ἢ περισωθῆναι, καί τινος φιλανθρω πίας τυχεῖν. Προσεγεγόνει γὰρ οἷς παρώξυντο περὶ τῆς Τύχης, ἐν καιρῷ τῆς εὐτυχίας περιλυθείσης, καὶ ἡ περὶ τὸν ἄνδρα καινοτομία, ὡς τῶν δημοσίων σε συλημένων. Ἐζήτει δὲ ὁ τοῦ ἔθνους ἄρχων ὅ τι χαρί σαιτο τῷ καιρῷ, κἀκεῖνον τί διαθείη κακὸν, οὐδὲ ἄλ λως πρὸς αὐτὸν ἔχων ἐπιτηδείως, ἀλλ' ὡς ἐξ ἀντιπο λιτείας διάφορος ὤν. Ἐκάλει δὲ δι' ἐπιστολῶν τοὺς χειροτονήσαντας ὡς κατηγορήσοντας, οὐκ ἔτι ἀπρα γμόνως, ἀλλ' ἤδη τι καὶ ἀπειλῆς προστιθεὶς, ὡς τοῦτο ἀπαιτοῦντος τοῦ βασιλέως. Τότε τοίνυν καὶ πρὸς αὐτὸν