1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

φύσεως· οὐρανῷ δὲ ἄνωθεν καταστράπτοντα, πηγαῖς δὲ φωτὸς πλου σίαις τὰς ὄψεις περιαυγάζοντα, ὥσπερ ἀληθῶς φω τὸς οἰκητήριον· δρόμοις τε ἀμφιθέτοις ὕλης τῆς λαμπροτάτης ἰσογωνίοις κυκλούμενον, καὶ πολὺν τὸν ἐν μέσῳ τόπον περιλαμβάνουσι· πυλῶν δὲ καὶ προ πυλαίων προλάμποντα χάρισι, καὶ πόῤῥωθεν τοὺς προσιόντας δεξιούμενον. Καὶ οὔπω λέγω τὸν ἔξωθεν κόσμον, λίθου τετραπέδου, καὶ εἰς τρίχα συνηρ μοσμένου κάλλος καὶ μέγεθος, ὅσος τε καὶ μαρμάρεος ἐν ἕδραις καὶ κεφαλίσιν, αἳ τὰς γωνίας διει λήφασι, καὶ ὅσος ἐπιχώριος μηδὲν τοῦ ξένου λειπό μενος· ζώνας τε πολυειδεῖς καὶ ποικίλας προβεβλη μένας τε καὶ ἐνυφασμένας, ἀπὸ κρηπῖδος εἰς κορυ φὴν, ἣ ζημιοῖ τὸν θεατὴν, τὴν ὄψιν ὁρίζουσα. Πῶς ἂν ὁ λόγος ἔργον τοσούτου χρόνου, καὶ πόνου, καὶ τοσαύτης χειρὸς οὕτως ἐν βραχεῖ παραστήσειεν; Ἢ τοσοῦτον εἰπεῖν ἀρκέσει, ὅτι πολλῶν τὰς ἄλλας πόλεις κοσμούντων ἔργων, ἰδίων τε καὶ δημοσίων, τοῦτο καὶ μόνον ἴσχυσε διαβοήτους ἡμᾶς καταστῆσαι τοῖς πλείοσιν. Ἀλλ' ὁ μὲν ναὸς οὕτως ἔχων. Ἐπεὶ δὲ καὶ ἱερέως ἔδει, καὶ τοῦτον οἴκοθεν ἐπιδίδωσιν· εἰ μὲν κατὰ τὸν ναὸν, οὐκ ἔχω λέγειν, πλὴν ἐπιδίδωσιν. Ἐπεὶ δὲ καὶ θυμάτων ἔδει, καὶ ταῦτα προστίθησι, τὰ πάθη τοῦ παιδὸς, καὶ τὴν ἐν τοῖς δεινοῖς καρτε ρίαν· ἵν' ἔχῃ παρ' αὐτοῦ Θεὸς ὁλοκάρπωμα λογικὸν, ἱερεῖον πνευματικὸν ἀντὶ νομικοῦ θύματος καλῶς δαπανώμενον.

Μʹ. Τί φῂς, ὦ πάτερ; ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις 35.1040 ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ' ἐπιτάφιον τοῦτον ἔπαινον; καὶ δίδως εἰρήνην τῷ λόγῳ, τὸν πα λαιὸν τρόπον, κἀνταῦθα τοῦτον ὁρίζεις, φεύγων τὸν κόρον, ὡς ἂν εἴη σύμμετρος; ἢ τίνα προσθήκην ἐπι ζητεῖς; Ὁρίζεις, οἶδ' ὅτι· καὶ γὰρ αὐτάρκης. Ἐκεῖνο δὲ προσθεῖναι συγχώρησον· Γνώρισον ἡμῖν ποῦ ποτε εἶ δόξης, καὶ τὸ περὶ σὲ φῶς, καὶ τὴν σὴν μετ' ὀλίγον ὁμόζυγα, καὶ τῶν τέκνων, ἃ προκατέθα ψας· κἀμὲ ταῖς αὐταῖς δέξαι σκηναῖς, ἢ μηδὲν ἔτι, ἢ μικρὰ τῷ βίῳ τούτῳ κακοπαθήσοντα· καὶ πρὸ τῶν σκηνῶν, τῷ γλυκεῖ λίθῳ τούτῳ, ὃν ἀμφοτέ ροις ἔστησας, τιμῶν κἀνταῦθα τὸν σὸν ἱερὸν καὶ ὁμώνυμον· καὶ τοῦ λόγου συγγνώμην ἔχε, τοῦ τε παρεθέντος, καὶ τοῦ προσληφθέντος σὴν χάριν. Καὶ διεξάγοις ἀκινδύνως, μάλιστα μὲν ἅπασαν ποίμνην καὶ πάντας ἀρχιερέας, ὧν ἐκλήθης πατὴρ, ἐξαιρέτως δὲ τὸν ὑπὸ σοῦ βιασθέντα, καὶ τυραννη θέντα πατρικῶς τε καὶ πνευματικῶς, ὡς ἂν μὴ πάντα σε μεμφοίμην τῆς τυραννίδος.

ΜΑʹ. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων; Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψή φισον, καὶ δεχόμεθα· πάντως δὲ Θεοῦ ψῆφος ἡ σή. Εἰ δὲ παρὰ πολὺ τῆς ἐκείνου δόξης, καὶ τῆς σῆς ἐλπίδος, ἐγγὺς ὁ σύμμαχος. Ἐπάφες τὴν σὴν φωνὴν τοῖς ἐκείνου καλοῖς προσδοκωμένην, ὡς ὑετὸν ὥρι μον· πάντως δὲ ὑπόχρεων ἔχει σε τῶν μεγίστων, καὶ ὡς ποιμένα ποιμὴν, καὶ ὡς πατὴρ υἱὸν τὸν ἐν χάριτι. Τί θαυμαστὸν, εἰ διὰ σοῦ βροντήσας τῇ οἰκουμένῃ, καὶ αὐτός τι τῆς σῆς φωνῆς ἀπολαύσειεν; Τί δεῖ λοιπόν; Τῇ πνευματικῇ Σάῤῥᾳ, τῇ τοῦ μεγά λου πατρὸς ἡμῶν Ἀβραὰμ, καὶ ὁμοζύγῳ, καὶ ἰσοχρό νῳ, συμφιλοσοφῆσαι τὰ ἐπικήδια.

ΜΒʹ. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀν θρώπων· μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ' ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνα τον, αὐτοῦ τε τοῦ εἶναι, καὶ τῶν ὅσα τοῦ εἶναι· τῶν γὰρ παγίων τὰ πάγια. Τὰ δὲ ἡμέτερα πῶς ἔχει; 35.1041 Ῥεῖ τε καὶ φθείρεται, καὶ ἄλλοτε ἄλλην λαμβά νει μεταβολήν. Ζωὴ γοῦν καὶ θάνατος, ταῦθ' ἅπερ λέγεται, πλεῖστον ἀλλήλων διαφέρειν δοκοῦντα, εἰς ἄλληλα περιχωρεῖ πως καὶ ἀντικαθίσταται. Ἡ μὲν γὰρ ἐκ φθορᾶς ἀρχομένη τῆς μητρὸς ἡμῶν, καὶ διὰ φθορᾶς ὁδεύουσα τῆς ἀεὶ τοῦ παρόντος ἐκστάσεως, εἰς φθορὰν καταστρέφει τὴν τοῦ βίου τούτου κατάλυ σιν· ὁ δὲ τῶν ἐνταῦθα κακῶν ἀπαλλαγὴν ἔχων, καὶ πρὸς τὴν ἄνω πολλάκις μετάγων ζωὴν, οὐκ οἶδα εἰ κυρίως