1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

17

προσαγορεύοιτο θάνατος, ἐν ὀνόματι μᾶλλον ἢ πράγματι τὸ φοβερὸν ἔχων· καὶ κινδυνεύομεν πά σχειν πως ἄλογον πάθος, ἃ μὲν ἔστιν οὐ φοβερὰ δε δοικότες, ἃ δὲ φοβεῖσθαι ἄξιον ὡς αἱρετώτερα περι έποντες. Μία ζωὴ, πρὸς τὴν ζωὴν βλέπειν· εἷς θάνα τος, ἡ ἁμαρτία· ψυχῆς γὰρ ὄλεθρος. Τἄλλα δὲ, οἷς μέγα φρονοῦσί τινες, ὀνειράτων ὄψις ἐστὶ κατὰ τῶν ὄντων παίζουσα, καὶ ψυχῆς ἀπατηλὰ φάσματα. Ἂν οὕτως ἔχωμεν, ὦ μῆτερ, οὔτε τῇ ζωῇ μέγα φρονήσομεν, οὔτε τῷ θανάτῳ λίαν ἀνιασόμεθα. Τί τοίνυν δεινὸν πεπόνθαμεν, εἰ πρὸς τὴν ἀληθινὴν ζωὴν ἐνθένδε μεταβεβήκαμεν; εἰ στροφῶν, καὶ ἰλίγγων, καὶ κόρων, καὶ τῆς αἰσχρᾶς φορολογίας ἀπηλλαγμένοι, μετὰ τῶν ἑστώτων καὶ οὐ ῥεόντων ἐσόμεθα φῶτα μικρὰ, φῶς τὸ μέγα περιχορεύοντες; ΜΓʹ. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως; ἀλλ' εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία; ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τὰ ῥᾴω διδόντα, τῷ πλησίον ἀπονέμειν τὰ προσαντέστερα; Τί δὲ καὶ δεινὸν ὅλως τῇ λυθησομένῃ μετὰ μικρόν; Ἐγγὺς ἡ προθεσμία, τὸ λυπηρὸν οὐκ ἐπίμονον. Μὴ φορτίζωμεν ἀγεννέσι λογισμοῖς τὰ κουφότατα. Μεγάλων ἐστερήμεθα καὶ γὰρ τετυχήκαμεν· τὸ μὲν στερεῖσθαι, πάντων, τὸ δὲ τυχεῖν, οὐ πολλῶν. Μὴ τοῦτο καμπτέτω, ἀλλ' ἐκεῖνο παραμυθείσθω. Τὸ γὰρ κρεῖττον, νικᾷν εὐλογώτερον. Ἤνεγκας παίδων ἀποβολὴν, τῶν ὡραίων ἔτι, καὶ τῷ ζῇν ἐπιτηδείων, ἀνδρικώτατα καὶ φιλοσοφώτατα· ἔνεγκε καὶ γηραιοῦ κατάθεσιν σώματος ἤδη τῷ βίῳ κάμνοντος, εἰ καὶ τὰς αἰσθήσεις ἀπαθεστάτας ὁ τῆς ψυχῆς τόνος αὐτῷ συνετήρησεν. Ἀλλὰ δέῃ τοῦ κηδεμόνος; ποῦ δὲ ὁ σὸς οὗτος Ἰσαὰκ, ὃν ἀντὶ πάντων σοι καταλέλοιπεν; Αἴτει παρ' αὐτοῦ τὰ μικρὰ, τὴν χειραγωγίαν, καὶ τὴν δουλείαν· ἀντιδίδου τὰ μείζονα, τὴν μητρικὴν εὐλογίαν, καὶ τὰς εὐχὰς, καὶ τὴν ἐκεῖθεν ἐλευθερίαν. Ἀγανακτεῖς νουθετουμένη; τοῦτο ἐπαινῶ· καὶ γὰρ πολλοὺς νενουθέτηκας, ὅσους ὁ πολὺς χρόνος ὑπὸ τὴν σὴν ἤγαγε σύνεσιν. Οὐδὲν ὁ λόγος πρὸς σὲ τὴν φιλο 35.1044 σοφωτάτην· ἔστω κοινὸν τοῖς πενθοῦσι παραμυθίας φάρμακον, ὡς ἂν εἰδεῖεν ἀνθρώπους ἄνθρωποι προπέμποντες.