1

 2

 3

 4

 5

4

σοφισταὶ κενῶν ῥη μάτων, αὐτοῦ πιπτόντων. Καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραὴλ, ἵν' ἐκ τῆς Γραφῆς ὑμᾶς ὀδύρωμαι;

ΙΑʹ. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προσ ηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦ μαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι. Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφη μούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦ μα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώ τιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐντα φῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ' εἰς νέκρω σιν τελειούμενος.

ΙΒʹ. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώ μη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθ ομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ κλοπαὶ καὶ ἀπάται, δι' ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμπρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκω! ∆ός μοι λου τρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον. Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικη τήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν' ἐμοὶ τέ μῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χα ρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε, 36.253 ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότι μον.

ΙΓʹ. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερου βὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ πτέρυγες. Μετὰ ∆αβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέ γοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυ γέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ' ἀπὸ γῆς, ἀλλ' ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ' οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγος)· καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογιζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.

Ι∆ʹ. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν ὄντως ἡ τῶν ἰδίων κλοπὴ), καὶ ταῦτα νοσφιζόμενος, οὐκ ἀργύριον, οὐδ' ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν, οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς ποτε στρατιώτης ἄπληστος, ἀλλ' αὐτὴν κλέπτων θεότητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν, ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ Πνεύματος, ἐφ' οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέοντος; Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτίσματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων. Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτικῶς, ἀλλ' οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύματος.