1

 2

 3

 4

 5

 6

3

θαύματα, οὐδ' ἂν ἡμῖν ἄλλος Ἀντίοχος ἀπειλῇ σου χαλεπώτερος. Μία δὲ ἀσφάλεια, τῆς ἐντολῆς ἡ τήρησις, καὶ τὸ μὴ ῥαγῆναι τὸν νόμον, ᾧ τετειχίσμεθα. Μία δὲ δόξα, τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος, τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν, ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμε θα τῶν λογισμῶν, καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιού τους σοι νεανίας ὁ λόγος, Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗ τος, καὶ τὸ πατρῷον ἔδαφος, καὶ φίλοι, καὶ συγγε νεῖς, καὶ ἡλικιῶται, καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ πε ριβόητον ὄνομα, καὶ πανηγύρεις πατρικαὶ, καὶ μυστήρια, καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ, καὶ τῶν ὑπὲρ τοῦ κα λοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν, πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλὴμ, ἣν οὐδεὶς Ἀντίοχος πολιορκήσει, οὐδὲ προσδοκήσει παραστήσεσθαι, ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ, ἡ ἔμπνευσις, καὶ οἱ κατ' ἀρετὴν γεννηθέντες. Φίλοι δὲ, προφῆται, καὶ πατριάρχαι, παρ' ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ, οἱ σήμερον ἡμῖν συγκινδυνεύοντες, καὶ τὴν καρτερίαν ὁμόχρονοι. Ναοῦ δὲ, οὐρανὸς μεγαλοπρεπέστερος, πανήγυρις δὲ, ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέ γα, καὶ μέγιστον, καὶ τοῖς πολλοῖς ἀπόκρυφον, ὁ Θεὸς, πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.

ςʹ. «Παῦσαι τοίνυν ὑπισχνούμενος ἡμῖν τὰ μικρὰ, καὶ τοῦ μηδενὸς ἄξια. Οὐ γὰρ τιμησόμεθα τοῖς ἀτίμοις, οὐδὲ κερδανοῦμεν ἐπιζήμια· οὐχ οὕτως 35.921 ἀθλίως ἐμπορευσόμεθα. Παῦσαι καὶ ἀπειλῶν, ἢ ἀνταπειλήσομεν, ἐλέγξειν σου τὴν ἀσθένειαν, καὶ πρὸς τούτῳ τὰ ἡμέτερα κολαστήρια· ἔχομεν καὶ ἡμεῖς πῦρ, ᾧ τοὺς διώκτας κολάζομεν. Οἴει πρὸς ἔθνη καὶ πόλεις εἶναί σοι τὸν ἀγῶνα, καὶ βασι λέων τοὺς ἀνανδροτάτους, ὧν οἱ μὲν κρατήσουσιν, οἱ δὲ ἴσως ἡττηθήσονται; οὐδὲ γὰρ περὶ τηλικούτων αὐτοῖς ὁ κίνδυνος. Πρὸς νόμον Θεοῦ παρατάσσῃ, πρὸς πλάκας θεοχαράκτους, πρὸς πάτρια καὶ λόγῳ καὶ χρόνῳ τετιμημένα, πρὸς ἀδελφοὺς ἑπτὰ μιᾷ ψυχῇ συνδεδεμένους, ἑπτὰ τροπαίοις σε στηλιτεύσοντας· ὧν κρατῆσαι μὲν οὐ μέγα, ἡττηθῆναι δὲ καὶ λίαν αἰσχρόν. Ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθηταὶ, οὓς στύλος πυρὸς καὶ νεφέλης ὡδήγει, οἷς θάλασσα διίστατο, καὶ ποταμὸς ἵστατο, καὶ ἥλιος ἀν εκόπτετο, καὶ ἄρτος ὕετο, καὶ χειρῶν ἔκτασις ἐτρο ποῦτο μυριάδας, δι' εὐχῶν βάλλουσα· ὧν θῆρες ἡττῶντο, καὶ πῦρ οὐχ ἥπτετο, καὶ βασιλεῖς ἀπῄεσαν, τὸ γενναῖον θαυμάζοντες. Εἴπωμέν τι καὶ τῶν σοὶ γνωρίμων· Ἐλεαζάρου μύσται ἡμεῖς, οὗ τὴν ἀνδρείαν ἔγνως. Προηγωνίσατο πατὴρ, ἐπαγωνιοῦνται παῖδες· ἀπῆλθεν ὁ ἱερεὺς, ἐπακολου θήσει τὰ θύματα· πολλὰ δεδίττῃ, πρὸς πλείω παρ εσκευάσμεθα. Τί καὶ δράσεις ἡμᾶς, ὑπερήφανε, ταῖς ἀπειλαῖς; τί καὶ πεισόμεθα; Οὐδὲν ἰσχυρότερον τῶν πάντα παθεῖν ἑτοίμων. Ὦ δήμιοι, τί μέλ λετε; τί δὲ ἀναδύεσθε; τί τὸ πρόσταγμα τὸ χρηστὸν ἀναμένετε; Ποῦ τὰ ξίφη; ποῦ τὰ δεσμά; ζητῶ τὸ τάχος. Πλεῖον ἀναπτέσθω τὸ πῦρ, οἱ θῆρες ἐνεργέστεροι, αἱ στρέβλαι περιεργότεραι· πάντα ἔστω βασιλικὰ καὶ πολυτελέστερα. Ἐγὼ πρωτότοκός εἰμι, πρῶτόν με καθιέρωσον· ἐγὼ τελευταῖος, ἡ τάξις ἐναμειφθήτω; ἔστω τις καὶ τῶν μέσων ἐν πρώτοις, ἵνα τιμηθῶμεν ἰσομοιρίᾳ. Φείδῃ δέ; προσδοκᾷς τι τυχὸν καὶ τῶν ἐναντίων; Πάλιν καὶ πολλάκις ἐροῦμεν τὸν αὐτὸν λόγον· Οὐ μιαροφαγήσομεν, οὐκ ἐνδώσομεν. Θᾶττον σὺ σεβασθήσῃ τὰ ἡμέτερα, ἢ τοῖς σοῖς ἡμεῖς εἴξωμεν. Κεφάλαιον τοῦ λόγου· Ἢ καινότερα ἐπινόησον κολαστήρια, ἢ τὰ παρόντα ἴσθι καταφρονούμενα.» 35.924

Ζʹ. Ταῦτα μὲν πρὸς τὸν τύραννον. Ἃ δὲ ἀλλήλοις διεκελεύοντο, ἃ δὲ παρεῖχον ὁρᾷν, ὡς καλά τε καὶ ἱερὰ, καὶ παντὸς ἄλλου θεάματος καὶ ἀκούσματος ἡδίω τοῖς φιλοθέοις! Ἔγωγ' οὖν αὐτὸς ἡδονῆς ἐμπίμ πλαμαι μνημονεύων, καὶ μετ' αὐτῶν ἀθλούντων εἰμὶ τῇ διανοίᾳ, καὶ τῷ διηγήματι καλλωπίζομαι. Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο, πανήγυ ρις ἦν, ὡς ἐπ' ἄθλοις τετελεσμένοις· «Ἴωμεν, ἀδελφοὶ, πρὸς τοὺς κινδύνους, ἐβόων, ἴωμεν, ἐπειγώμεθα, ἕως ζέει καθ' ἡμῶν ὁ